τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιεσυβῶτα·360
ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼἀλήθης.
ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ μεπείσεις
εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς365
νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσιδάμασσαν
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω370
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲπόλινδε
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,375
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,380
ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μινἀμφαγάπαζον.
φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.385
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγεδαίμων,
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητιςὈδυσσεύς390
ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σεπείθω.
ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπονἔχουσιν.
εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,395
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.400
notes
362 ἀλήθης: 2nd sing. aor. mid./pass. indic. > ἀλάομαι.
363 τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι: (εἶπες) τά γ᾽ οὐ κατὰ κόσμον, ὀΐομαι… ὀΐομαι is parenthetical (LSJ οἴομαι IV.1)
366 ἤχθετο: 3rd sing. impf. pass. indic. > ἔχθω.
369 κέν … ἐποίησαν: indic., with ἄν / κεν expressing past potential (Smyth 1784). This is essentially the apodosis of a past contrary-to-fact conditional, with the protasis implied: “(if he had died at Troy), then …”
370 ἤρατ(ο): “would have gained,” 3rd sing. aor. mid. indic. > ἄρνυμαι.
371 ἀνηρείψαντο: 3rd pl. aor. mid. indic. > ἀνερείπομαι.
374 ὀτρύνῃσιν: 3rd sing. pres. act. subj. > ὀτρύνω.
375 οἱ: dat., with παρήμενοι ( > *πάρημαι, which only appears in the participial form). The pronoun refers to the visitor who comes bringing the news (ἀγγελίη) mentioned in line 374.
375 τὰ ἕκαστα … ἐξερέουσιν: “they question him about everything” (LSJ ἐξερέω (B)I.1).
376 ἄχνυνται: pass. > ἀχεύω. The verb takes a genitive of cause (Smyth 1405).
379 ἐξ οὗ: “ever since” (Smyth 2383 B).
379 ἐξήπαφε: 3rd sing. aor. act. indic. > ἐξαπαφίσκω.
380 ἀληθείς: masc. nom. sing. aor. mid./pass. ptc. > ἀλάομαι.
382 μιν: Odysseus.
383 ἀκειόμενον: “repairing” (LSJ ἀκέομαι I.3).
383 οἱ: dative of disadvantage (Smyth 1481)
383 ξυνέαξαν: 3rd pl. aor. act. indic. > συνάγνυμι.
387 χαρίζεο: “humor (dat.) with (dat.),” 2nd sing. pres. mid./pass. imperat. > χαρίζω.
389 αὐτόν: “you yourself.”
391 τίς: = τις, indefinite pron., with the accent from the enclitic τοι.
392 οἷόν: “seeing as how …” (LSJ οἷος V).
394 μάρτυροι ἀμφοτέροισι θεοί: supply the verb ἔσονται, “will be.”
396 πέμψαι: aor. infin. Used as an imperative (the form is also that of an aorist middle imperative, but the sense here is active).
397 Δουλίχιόνδ᾽: Dulichion is an island, apparently part of Odysseus domains.
397 ἰέναι: infinitive of purpose after πέμψαι (LSJ πέμπω I.3).
399 ἐπισσεύας: masc. nom. sing. aor. act. ptc. > ἐπισεύω.
399 βαλέειν: “throw (me),” infin. Used as an imperative.