ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε

ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,

καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼὈδυσσεύς,

χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.

καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·325

τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.

τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο

ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,

ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον

ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.330

ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,

νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,

οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.

ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένηνηῦς

ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.335

ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ

ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ

ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμαγενοίμην.

ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόροςνηῦς,

αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.340

ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,

ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲχιτῶνα,

ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·

ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.

ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ345

ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες

ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπονἕλοντο.

αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ

ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,

ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ350

στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι

νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶςἐκείνων.

ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,

κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες

φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι355

μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον

νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ

ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες

ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.

    321  Ὀδυσῆος: gen., with πυθόμην (LSJ πυνθάνομαι, Smyth 1361).

    322  ἰόντ(α): “(him) on his way …,” the personal pronoun is missing.

    325  ἐς δεκάτην γενεὴν ἕτερόν: “one after the other, up to the tenth generation …”

    327  τὸν: Odysseus.

    327  Δωδώνην: Dodona, in Epirus, was the site of an ancient oracle of Zeus, who somehow spoke through an oak tree (δρῦς) (ToposText Dodona).;

    329  νοστήσει(ε): opt., in an indirect question.

    331  ὤμοσε: “he swore that (acc.) had (pf. infin.)…,” indirect discourse (LSJ ὄμνυμι II.2).

    331  πρὸς ἔμ᾽ αὐτόν: “before me myself,” “in my very presence” (LSJ πρός C.I.7).

    332  κατειρύσθαι: pf. pass. infin. > κατερύω. νῆα is the accusative subject of the infinitive (in indirect discourse introduced by ὤμοσε, see note on line 331).

    332  ἐπαρτέας: predicate adj.

    332  ἔμμεν: εἶναι.

    334  τύχησε … ἐρχομένη: “happened to be starting …,” “was just starting …” (LSJ τυγχάνω II.1, Smyth 1873, 2096).

    336  ὅ γέ μ᾽ ἠνώγει πέμψαι: “he (Pheidon) ordered them (the Thesprotian sailors) to convey me …” με is the object of πέμψαι. For the meaning of πέμπω, see LSJ πέμπω III.1.

    338  δύης … πῆμα: “the height of woe” (LSJ δύη).

    338  ἐπὶ … γενοίμην: “I might be brought into …” (Cunliffe γίγνομαι B.I.8).

    339  γαίης: “from the land,” gen., governed by the ἀπό prefix in ἀπέπλω (Smyth 1384).

    339  πολλὸν: adverbial.

    341  ἐκ … ἔδυσαν: “stripped (acc.) of (acc.),” tmesis > ἐκδύω.

    343  ὅρηαι: 2nd sing. pres. mid. indic. > ὁράω. The middle is used in the active sense (LSJ ὁράω II.4).

    344  ἔργ(α): “tilled fields,” “farms.”

    346  ὅπλῳ: “rope” (LSJ ὅπλον I).

    349  κατὰ … ἀμφικαλύψας: “putting (acc.) all around (dat.),” “completely covering (dat.) with (acc.),” tmesis > καταμφικαλύπτω.

    350  ἐφόλκαιον: “lading-plank” (LSJ, Cunliffe), the plank used for loading the ship and as a gangway for boarding.

    350  ἐπέλασσα: “brought (acc.) near to (dat.)” (LSJ πελάζω B.1).

    352  θύρηθ(ι): “out of the water” (Cunliffe θύρηθι).

    352  ἔα: 1st sing. impf. act. indic. > εἰμί.

    352  ἐκείνων: “from them,” the sailors having their meal on the shore.

    354  πεπτηώς: masc. nom. sing. pf. act. ptc. > πίπτω (Cunliffe πίπτω 7.a).

    355  φοίτων: 3rd pl. impf. act. indic. > φοιτάω.

    358  ἐπέλασσαν: “brought (acc.) near to (dat.)” (LSJ πελάζω B.1).

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xiv-321%E2%80%93359