τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητιςὈδυσσεύς
τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·195
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι200
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ205
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.210
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.215
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸςἀγήνωρ,
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον220
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλονἔσκεν
οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,225
λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶθῆκεν·
ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν230
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανεπολλά.
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥαἔπειτα
δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
notes
193 νῶϊν: 1st masc. dat. dual > ἐγώ. Dative of interest.
193 ἐπὶ χρόνον: “for a while” (LSJ χρόνος I.4.g).
194 ἔντοσθεν: with κλισίης.
194 ἐοῦσι: agreeing with νῶϊν.
195 δαίνυσθαι: infinitive of purpose (Smyth 2010).
195 ἐπὶ … ἕποιεν: “pursue,” “ply,” “practice,” 3rd pl. pres. act. opt., tmesis > ἐφέπω.
201 τράφεν: 3rd pl. aor. pass. indic. > τρέφω (aor. 2, Smyth 595).
201 τράφεν ἠδ᾽ ἐγένοντο: hysteron proteron (Smyth 3030), reversing the chronological order of events.
205 δήμῳ / ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν: “for …,” dative of standard of judgment (Smyth 1512).
209 ἐπὶ …& ἐβάλοντο: “cast (acc.) for,” tmesis > ἐπιβάλλω.
210 οἰκί(α) ἔνειμαν: “allotted me a house.”
214 καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα / γιγνώσκειν: ὀΐομαι σε, εἰσορόωντα καλάμην, γιγνώσκειν… (for the metaphorical meaning of καλάμην, see LSJ καλάμη I.2).
220 ἐπάλμενος: masc. nom. sing. aor. mid. ptc. > ἐφάλλομαι.
220 ἕλεσκον: “I overtook,” “I slew,” 1st sing. aor. act. indic., iterative > αἱρέω.
221 ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν: ὅτε τις ἀνδρῶν δυσμενέων εἴξειέ μοι πόδεσσιν.
221 εἴξειε: “was inferior to (dat.),” 3rd sing. aor. act. opt. > εἴκω. Optative in a general temporal clause in secondary sequence (Smyth 2414).
222 ἔργον: agricultural work, farming (Cunliffe ἔργον 7).
229 Τροίης: gen., with ἐπιβήμεναι.
229 ἐπιβήμεναι: infin., after πρὶν, with the accusative subject υἷας Ἀχαιῶν (Smyth 2453).
230 ἀνδράσιν: dat., with ἦρξα (LSJ ἄρχω II.2).
231 πολλά: “many things,” that is, booty.
232 τῶν: partitive gen., rel. pron., antecedent πολλά.
234 τετύγμην: “I was made,” “I became,” 1st sing. plupf. pass. indic. > τεύχω.