τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·

ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.170

ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,

χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·

μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα

ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.

ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα175

ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.

τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,

χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·

ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,180

ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.

ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι

ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·

οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.

ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει185

ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.

ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·

κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,

εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα

αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων190

ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.

κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν

ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια

χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·

καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,195

λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.

ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,

ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο

φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,

καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·200

ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.

αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ

αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν

αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο

παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.205

    Athena beautifies sleeping Penelope.

     

    171  φάο: imperat. > φημί.

    174  ἄκριτον: “continually,” “without ceasing,” adverbial.

    176  ἠρῶ: 2nd sing. impf. mid./pass. indic. > ἀράομαι.

    176  γενειήσαντα: masc. acc. sing. aor. act. ptc. > γενειάω.

    181  ἐξ οὗ: “since.”

    181  κεῖνος: Odysseus.

    181  κοίλῃς: dat. fem. pl. > κοῖλος.

    183  παρστήετον: 3rd dual pres. act. subj. > παρίστημι.

    188  κατὰ … ἔχευεν: “poured over (her),” tmesis > καταχέω.

    189  λύθεν: 3rd pl. aor. pass. indic. > λύω.

    190  δῖα θεάων: “heavenly goddess” (Athena), literally, “heavenly of goddesses” (LSJ δῖος 1).

    191  δίδου: 3rd sing. impf. act. indic. > δίδωμι.

    191  θησαίατ(o): “marvel at,” 2nd pl. aor. mid./pass. opt. > θηέομαι (θεάομαι).

    192  κάθηρεν: 3rd sing. aor. act. indic. > καθαίρω.

    193  οἵῳ: “the kind with which…”

    194  χρίεται: “anoints herself,” mid.

    194  ἴῃ: 3rd sing. pres. act. subj. > εἶμι.

    194  χορὸν: “into the dance,” terminal acc. (Smyth 1588).

    201  περὶ … ἐκάλυψεν: “covered (me) all around,” tmesis > περικαλύπτω.

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xviii-169%E2%80%93205