ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω5
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ10
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.15
ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,20
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.25
μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.30
ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.35
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,40
πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν45
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.