ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ5
ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.10
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,15
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,20
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·25
ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε30
μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·35
ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,40
ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·45
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
notes
The beggar Iros picks a fight with Odysseus.
1 ἦλθε … ἐπὶ: “came up,” tmesis, anastrophe > ἐπέρχομαι.
2 μετὰ … ἔπρεπε: “he was well-known for (infin.),” tmesis > μεταπρέπω.
2 γαστέρι μάργῃ: dative of means.
3 οἱ: dative of possession.
5 θέτο: “gave (the name)” (LSJ τίθημι Α.IV).
5 ἔσκε … /…. κίκλησκον … / … ἀπαγγέλλεσκε: iterative impfs.
8 διώκετο: “was trying to chase (acc.),” conative impf. (Smyth 1895).
8 οἷο δόμοιο: possibly “from his own house,” or “in his own house” (Smyth 1448).
10 εἶκε: imperat. > εἴκω. With genitive of separation (Smyth 1392).
10 ποδὸς: “by the foot,” partitive gen. (Smyth 1346).
10 ἕλκῃ: 2nd sing. pres. pass. subj. > ἕλκω (assuming, with Merry, that this is an unusual contraction of ἕλκηαι).
13 ἄνα: “get up!” (LSJ ἀνά G.I).
13 νῶϊν: “our,” masc. gen. or dat. dual > ἐγώ. Probably dative of possession.
13 χερσὶ γένηται: “comes to blows” (Cunliffe χείρ 3).
16 φθονέω: “begrudge that (acc.) (infin.)” (LSJ φθονέω I.1).
16 ἀνελόντα: “having picked up (and offered),” acc. masc. sing. aor. act. ptc. > ἀναιρέω. The object of the participle is πόλλ(α).
18 ἀλλοτρίων: “things belonging to others,” gen., with φθονέειν (Cunliffe φθονέω 2).
20 χερσὶ: “to a fist fight.”
22 αἵματος: “with blood,” gen., with φύρσω (Merry identifies this as a genitive of material, Smyth 1323).
22 ἐμοὶ: dative of possession.
24 δεύτερον: “a second time,” “again.”
27 ὃν ἂν κακὰ μητισαίμην: “on whom I would inflict bad things.” The verb μητίομαι here takes a double accusative (Smyth 1622).
28 ἀμφοτέρῃσι: supply χερσί.
29 γναθμῶν: dative of separation with ἐξελάσαιμι. Plural for singular “jaw” (Smyth 1000).
29 συὸς ὣς ληϊβοτείρης: gen., in apposition to γναθμῶν.
30 ζῶσαι: 2nd sing. aor. mid. imperat. > ζώννυμι.
34 τοῖϊν: “the two of them,” masc. gen. dual. Gentive with ξυνέηχ(ε).
34 ξυνέηχ(ε): 3rd sing. aor. act. indic. > συνίημι.
34 ἱερὸν μένος Ἀντινόοιο: periphrasis (Smyth 3041).
36 ἐτύχθη: “occurred,” “happened,” 3rd sing. aor. pass. indic. > τεύχω.
37 οἵην τερπωλὴν: “such an entertainment.”
38 ἐρίζετον: “challenge (dat.) to (infin.),” dual.
38 ἀλλήλοιϊν: dat. dual.
39 ξυνελάσσομεν: aor. short-vowel hortatory subj. > συνελαύνω.
44 κέατ(αι): 3rd pl. pres. mid./pass. indic. > κεῖμαι.
45 κατθέμεθα: 1st pl. aor. mid. indic., apocope > κατατίθημι.
47 τάων ἥν κ(ε): “whichever of these …”
47 ἑλέσθω: 3rd sing. aor. mid. imperat. > αἱρέω.