ΙΙ α. ΤΟ ΧΩΡΙΟΝ, Part II

ἔπειτα λέγω περὶ τοῦ ἡμετέρου χωρίου. τὸ γὰρ ἡμέτερον χωρίον λόφοι περιέχουσιν. ἆρ’ ἐρωτᾷς τί ποτ’ ἐστι λόφος; λέγω δή. λόφος γάρ ἐστι τόπος ὑψηλός, ἡ δὲ γῆ ἣν γεωργοῦμεν οὔκ ἐστιν ὑψηλή, ἀλλ’ ἔστιν ὁμαλή. ἆρα νῦν δῆλον ὅ τι ἐστὶ λόφος; εἰ μὴ δῆλον, λέγω ἄλλως δὴ. ἔστι γάρ τοι λόφος μάλιστα ὑψηλὸς ἐν Ἑλβετίᾳ, ὃν ὀνομάσουσι Λόφον Λευκόν· ἔστι δὲ καὶ ἐν Σκωτίᾳ λόφος Νέβις, καὶ ἐν Ἱβερνίᾳ λόφοι Πυρηναῖοι, καὶ ἄλλοι ἐν Ἰταλίᾳ Ἀπεννῖνοι· νῦν που δῆλόν ἐστί σοι. ἀλλὰ οἱ λόφοι οἱ ἡμέτεροι οὔκ εἰσιν οὕτως ὑψηλοὶ ὡς οἱ Πυρηναῖοι· μικροὶ γὰρ μᾶλλόν εἰσιν οἱ ἡμέτεροι. περιέχουσιν οὖν οἱ λόφοι τὸ χωρίον ἡμῶν κύκλῳ, ὑψηλοὶ μέν, ἀλλὰ οὐχ οὕτως ὑψηλοὶ ὡς καὶ ἄλλοι. ἐν μέσῳ δὲ τῶν λόφων τὸ χωρίον ἐστίν, ἐν ᾧ γεωργοῦμεν.

καὶ οὐ μόνον τὸ ἡμέτερον χωρίον ἐστὶν ἐνταῦθα, χωρία δ’ ἐστὶν ἐγγὺς ἄλλα. ἐκ δεξιᾶς μὲν τὸ ἡμέτερον, ἐξ ἀριστερᾶς δὲ τὰ ἄλλα· καὶ ἐν μέσῳ ὁδός. ἡ οὖν ὁδός ἐστιν ἐν μέσῳ τοῦ θ’ ἡμετέρου χωρίου καὶ τῶν ἄλλων, καὶ τὰ χωρία ἐν μέσῳ τῶν λόφων. δῆλον δὴ σοί ἐστι νῦν τὰ περὶ τοῦ τόπου, ὡς νομίζω.

Chapter Nav.
article Nav