Epictetus /

Edited by Albert Watanabe

Chapter 51

51.1 Εἰς ποῖον ἔτι χρόνον ἀναβάλλῃ τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν αἱροῦντα λόγον; παρείληφας τὰ θεωρήματα· οἷς ἔδει συμβάλλειν συμβέβληκας. ποῖον ἔτι διδάσκαλον προσδοκᾷς, ἵνα εἰς ἐκεῖνον ὑπερθῇ τὴν ἐπανόρθωσιν ποιῆσαι τὴν σεαυτοῦ; οὐκέτι εἶ μειράκιον, ἀλλὰ ἀνὴρ ἤδη τέλειος. ἂν νῦν ἀμελήσῃς καὶ ῥᾳθυμήσῃς καὶ ἀεὶ ὑπερθέσεις ἐκ ὑπερθέσεων ποιῇ καὶ ἡμέρας ἄλλας ἐπ' ἄλλαις ὁρίζῃς μεθ' ἃς προσέξεις σεαυτῷ, λήσεις σεαυτὸν οὐ προκόψας, ἀλλ' ἰδιώτης διατελέσεις καὶ ζῶν καὶ ἀποθνῄσκων. 51.2 ἤδη οὖν ἀξίωσον σεαυτὸν βιοῦν ὡς τέλειον, ὡς προκόπτοντα· καὶ πᾶν τὸ βέλτιστον φαινόμενον ἔστω σοι νόμος ἀπαράβατος. κἂν ἐπίπονόν τι ἢ ἡδὺ ἢ ἔνδοξον ἢ ἄδοξον προσάγηται, μέμνησο ὅτι νῦν ὁ ἀγὼν, καὶ ὅτι ἤδη πάρεστι τὰ Ὀλύμπια καὶ οὐκ ἔστιν ἀναβαλέσθαι οὐκέτι, καὶ ὅτι παρὰ μίαν ἧτταν καὶ ἔνδοσιν καὶ ἀπόλλυται προκοπὴ καὶ σῴζεται. 51.3 Σωκράτης οὕτως ἀπετελέσθη, ἐπὶ πάντων προάγων ἑαυτὸν μηδενὶ ἄλλῳ προσέχειν ἢ τῷ λόγῳ· σὺ δὲ εἰ καὶ μήπω εἶ Σωκράτης, ὡς Σωκράτης γε εἶναι βουλόμενος ὀφείλεις βιοῦν.

extra

article Nav

Suggested Citation

Albert Watanabe, Epictetus: Encheiridion. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2020. ISBN: 978-1-947822-13-9 http://dcc.dickinson.edu/epictetus-encheiridion/chapter-51