Epictetus /

Edited by Albert Watanabe

Chapter 42

42.1 Ὅταν τίς σε κακῶς ποιῇ ἢ κακῶς λέγῃ, μέμνησο ὅτι καθήκειν αὐτῷ οἰόμενος ποιεῖ ἢ λέγει. οὐχ οἷόν τε οὖν ἀκολουθεῖν αὐτὸν τῷ σοὶ φαινομένῳ, ἀλλὰ τῷ ἑαυτῷ· ὥστε εἰ κακῶς αὐτῷ φαίνεται, ἐκεῖνος βέβλαπται ὅσπερ καὶ ἐξηπάτηται. καὶ γὰρ τὸ ἀληθὲς συμπεπλεγμένον ἐάν τις ὑπολάβῃ ψεῦδος, οὐ τὸ συμπεπλεγμένον βέβλαπται, ἀλλ' ὁ ἐξαπατηθείς. ἀπὸ τούτων οὖν ὁρμώμενος πρᾴως ἕξεις πρὸς τὸν λοιδοροῦντα· ἐπιφθέγγου γὰρ ἐφ' ἑκάστου ὅτι «ἔδοξεν αὐτῷ.»

extra

article Nav

Suggested Citation

Albert Watanabe, Epictetus: Encheiridion. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2020. ISBN: 978-1-947822-13-9 http://dcc.dickinson.edu/epictetus-encheiridion/chapter-42