Epictetus /

Edited by Albert Watanabe

Chapter 49

49.1 Ὅταν τις ἐπὶ τῷ νοεῖν καὶ ἐξηγεῖσθαι δύνασθαι τὰ Χρυσίππου βιβλία σεμνύνηται, λέγε αὐτὸς πρὸς σεαυτὸν ὅτι «εἰ μὴ Χρύσιππος ἀσαφῶς ἐγεγράφει, οὐδὲν ἂν εἶχεν οὗτος ἐφ' ᾧ σεμνυνεῖται.» ἐγὼ δὲ τί βούλομαι; καταμαθεῖν τὴν φύσιν καὶ ταύτῃ ἕπεσθαι. ζητῶ οὖν τίς ἐστιν ὁ ἐξηγούμενος καὶ ἀκούσας ὅτι Χρύσιππος ἔρχομαι ἐπ’ αὐτόν. ἀλλ' οὐ νοῶ τὰ γεγραμμένα· ζητῶ οὖν τὸν ἐξηγησόμενον. καὶ μέχρι τούτων οὔπω σεμνὸν οὐδέν. ὅταν δὲ εὕρω τὸν ἐξηγούμενον, ὑπολείπεται χρῆσθαι τοῖς παρηγγελμένοις· τοῦτο αὐτὸ μόνον σεμνόν ἐστιν. ἂν δὲ αὐτὸ τοῦτο τὸ ἐξηγεῖσθαι θαυμάσω, τί ἄλλο ἢ γραμματικὸς ἀπετελέσθην ἀντὶ φιλοσόφου, πλήν γε δὴ ὅτι ἀντὶ Ὁμήρου Χρύσιππον ἐξηγούμενος; μᾶλλον οὖν ὅταν τις εἴπῃ μοι «ἐπανάγνωθί μοι τὸ Χρυσίππειον,» ἐρυθριῶ, ὅταν μὴ δύνωμαι ὅμοια τὰ ἔργα καὶ σύμφωνα ἐπιδεικνύειν τοῖς λόγοις.

extra

article Nav

Suggested Citation

Albert Watanabe, Epictetus: Encheiridion. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2020. ISBN: 978-1-947822-13-9 http://dcc.dickinson.edu/epictetus-encheiridion/chapter-49