Epithalamia (wedding songs)

 

104a

Ἔσπερε πάντα φέρων ὄσα φαίνολις ἐσκέδασ’ Αὔως

†φέρεις ὄιν, φέρεις† αἶγα, φέρεις {ἄπυ} μάτερι παῖδα.

 

104b

ἀστέρων πάντων ὀ κάλλιστος . . .

 


105a

οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὔσδῳ,

ἄκρον ἐπ’ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδρόπηες·

οὐ μὰν ἐκλελάθοντ’, ἀλλ' οὐκ ἐδύναντ’ ἐπίκεσθαι.

 

105b

οἴαν τὰν ὐάκινθον ἐν ὤρεσι ποίμενες ἄνδρες

πόσσι καταστείβοισι, χάμαι δέ τε πόρφυρον ἄνθος . . .

 


106

πέρροχος ὠς ὄτ’ ἄοιδος ὀ Λέσβιος ἀλλοδάποισιν

 


107

ἦρ’ ἔτι παρθενίας ἐπιβάλλομαι;

 


108

ὦ καλή, ὦ χαρίεσσα·

 


109

'δώσομεν,' ἦσι πάτηρ

 


110

⊗   θυρώρῳ πόδες ἐπτορόγυιοι,

τὰ δὲ σάμβαλα πεμπεβόηα,

πίσσυγγοι δὲ δέκ’ ἐξεπόναισαν.

 


111

⊗   Ἴψοι δὴ τὸ μέλαθρον,

 ̓ Υμήναον,

ἀέρρετε, τέκτονες ἄνδρες·

̓ Υμήναον.

γάμβρος † (εἰσ)έρχεται ἶσος † Ἄρευι,5

̓ Υμήναον.

ἄνδρος μεγάλω πόλυ μέσδων.

̓ Υμήναον.

 


112

⊗   ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο

ἐκτετέλεστ’, ἔχῃς δὲ πάρθενον ἂν ἄραο . . .

σοὶ χάριεν μὲν εἴδος, ὄππατα δ’ . . .

μέλλιχ’, ἔρος δ’ ἐπ’ ἰμέρτῳ κέχυται προσώπῳ

. . . τετίμακ’ ἔξοχά σ’ Ἀφροδίτα5

 


113

οὐ γὰρ

ἀτέρα νῦν πάις, ὦ γάμβρε, τεαύτα

 


114

(νύμφη).παρθενία, παρθενία, ποῖ με λίποισ’ ἀποίχῃ;

(παρθενία).†οὐκέτι ἤξω πρὸς σέ, οὐκέτι ἤξω†.

 


115

⊗   τίῳ σ’, ὦ φίλε γάμβρε, καλῶς ἐικάσδω;

ὄρπακι βραδίνῳ σε μάλιστ’ ἐικάσδω.

 


116

χαῖρε, νύμφα, χαῖρε, τίμιε γάμβρε, πόλλα

 


117

⊗   † χαίροις ἀ νύμφα †, χαιρέτω δ’ ὀ γάμβρος

 

117A

ξοάνων προθύρων·

 

117B

(a)Ἔσπερ’  ̓Υμήναον

(b)ὦ τὸν Ἀδώνιον

    article Nav
    Previous