"The Hymn to Hera"
⊗ πλάσιον δή μ’ [εὐχομέναι φανείη,
πότνι’ Ἦρα, σὰ χ[αρίεσσα μόρφα,
τὰν ἀράταν Ἀτ[ρεΐδαι κλῆ-
τοι βασίληες·4
ἐκτελέσσαντες μ[άλα πόλλ’ ἄεθλα,
πρῶτα μὲν περ Ἴ̣[λιον ἔν τε πόντῳ,
τυίδ’ ἀπορμάθεν[τες ὄδον περαίνην
οὐκ ἐδύναντο,8
πρὶν σὲ καὶ Δί’ ἀντ[ίαον κάλεσσαι
καὶ Θυώνας ἰμε̣[ρόεντα παῖδα·
νῦν δὲ κ[ἄμοι πραϋμένης ἄρηξον
κὰτ τὸ πάλ̣[αιον.12
ἄγνα καὶ κά̣[λα
π]αρθ[εν
ἀ]μφι.[
[ ]16
[ ]
[ ]
ἔμμενα̣[ι
[ἶ]ρ̣’ ἀπίκε[σθαι. ⊗20