⊗ Κύπρι καὶ] Νηρήιδες ἀβλάβη[ν μοι
τὸν κασί]γνητον δ[ό]τε τυίδ’ ἴκεσθα[ι
κὤσσα ϝ]οι θύμῳ κε θέλῃ γένεσθαι
πάντα τε]λέσθην,4
ὄσσα δὲ πρ]όσθ’ ἄμβροτε πάντα λῦσα[ι
καὶ φίλοισ]ι ϝοῖσι χάραν γένεσθαι
κὠνίαν ἔ]χθροισι, γένοιτο δ’ ἄμμι
πῆμ’ ἔτι μ]ηδ’ εἴς·8
τὰν κασιγ]νήταν δὲ θέλοι πόησθαι
ἔμμορον] τίμας [ὀν]ίαν δὲ λύγραν
]οτοισι π[ά]ροιθ’ ἀχεύων
].να12
].εισαΐω[ν] τὸ κέγχρω
]λ’ επαγ̣[ορί]ᾳ πολίταν
]λλως̣[. . .]νηκε δ’ αῦτ’ οὐ
]κρω[16
]οναικ[ ]εο[ ].ι
]..[.]ν· σὺ [δ]ὲ̣ Κύπ̣[ρ]ι̣ σ̣[έμ]να
]θεμ[έν]α κάκαν [
]ι. ⊗20