ταῖς μὲν οὖν ἄλλαις οὐ προσέσχομεν, ἧς δὲ ἐπέβημεν, τοιάδε ἦν· κύκλῳ μὲν πᾶσα κρημνώδης καὶ ἀπόξυρος, πέτραις καὶ τράχωσι κατεσκληκυῖα, δένδρον δ᾽ οὐδὲν οὐδὲ ὕδωρ ἐνῆν· ἀνερπύσαντες δὲ ὅμως κατὰ τοὺς κρημνοὺς προῄμεν διά τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ, πολλὴν ἀμορφίαν τῆς χώρας ἐχούσης. ἐλθόντες δὲ ἐπὶ τὴν εἱρκτὴν καὶ τὸ κολαστήριον, πρῶτα μὲν τὴν φύσιν τοῦ τόπου ἐθαυμάζομεν· τὸ μὲν γὰρ ἔδαφος αὐτὸ μαχαίραις καὶ σκόλοψι πάντῃ ἐξηνθήκει, κύκλῳ δὲ ποταμοὶ περιέρρεον, ὁ μὲν βορβόρου, ὁ δὲ δεύτερος αἵματος, ὁ δὲ ἔνδον πυρός, πάνυ μέγας οὗτος καὶ ἀπέρατος, καὶ ἔρρει ὥσπερ ὕδωρ καὶ ἐκυματοῦτο ὥσπερ θάλαττα, καὶ ἰχθῦς δὲ εἶχεν πολλούς, τοὺς μὲν δαλοῖς προσεοικότας, τοὺς δὲ μικροὺς ἄνθραξι πεπυρωμένοις· ἐκάλουν δὲ αὐτοὺς λυχνίσκους.
notes
προσέσχομεν: ao. of προσ-ἔχω, “we did not put in”
ἧς δὲ: rel. pron. gen. s. “but the island on which we landed”
ἐπέβημεν: ao. of ἐπι-βαίνω, “we landed”
κατεσκληκυῖα: perf. part. nom. f. s. of κατα-σκλέλλομαι, “hardened”
ἐνῆν: impf. of ἐν-εἰμι, “there was on it”
ἀνερπύσαντες: ao. part. of ἀνερπύζω, “having crawled”
προῄειμεν: impf. of προ-ἔρχομαι, “we approached”
τῆς χώρας ἐχούσης: gen. abs., “the land having”
κολαστήριον: “the place of punishment”
ἐξηνθήκει: plupf. of ἐξ-ἀνθέω, “had bloomed with” + dative
περιέρρεον: impf. of περι-ρέω, “was flowing around”
ἔρρει: impf. of ῥέω, “was flowing”
ἐκυματοῦτο: impf of κυματέω, “undulated”
εἶχεν: impf. of ἔχω, “it had”
δαλοῖς: “torches”
προσεοικότας: perf. part., “very like” + dat.
ἄνθραξι: dat. pl., “coals”
πεπυρωμένοις: perf. part. dat. pl. of πυράω, “burning”
λυχνίσκους: “candlefish”