Πλεύσαντες οὖν ὅσον τριακοσίους σταδίους νήσῳ μικρᾷ καὶ ἐρήμῃ προσηνέχθημεν, ἀφ᾽ ἧς ὕδωρ λαβόντες - ἐπελελοίπει γὰρ ἤδη - καὶ δύο ταύρους ἀγρίους κατατοξεύσαντες ἀπεπλεύσαμεν. οἱ δὲ ταῦροι οὗτοι τὰ κέρατα οὐκ ἐπὶ τῆς κεφαλῆς εἶχον, ἀλλ᾽ ὑπὸ τοῖς ὀφθαλμοῖς, ὥσπερ ὁ Μῶμος ἠξίου. μετ᾽ οὐ πολὺ δὲ εἰς πέλαγος ἐμβαίνομεν, οὐχ ὕδατος, ἀλλὰ γάλακτος· καὶ νῆσος ἐν αὐτῷ ἐφαίνετο λευκὴ πλήρης ἀμπέλων. ἦν δὲ ἡ νῆσος τυρὸς μέγιστος συμπεπηγώς, ὡς ὕστερον ἐμφαγόντες ἐμάθομεν, σταδίων εἴκοσι πέντε τὸ περίμετρον· αἱ δὲ ἄμπελοι βοτρύων πλήρεις, οὐ μέντοι οἶνον, ἀλλὰ γάλα ἐξ αὐτῶν ἀποθλίβοντες ἐπίνομεν. ἱερὸν δὲ ἐν μέσῃ τῇ νήσῳ ἀνῳκοδόμητο Γαλατείας τῆς Νηρηίδος, ὡς ἐδήλου τὸ ἐπίγραμμα. ὅσον δ᾽ οὖν χρόνον ἐκεῖ ἐμείναμεν, ὄψον μὲν ἡμῖν καὶ σιτίον ἡ γῆ ὑπῆρχεν, ποτὸν δὲ τὸ γάλα τὸ ἐκ τῶν βοτρύων. βασιλεύειν δὲ τῶν χωρίων τούτων ἐλέγετο Τυρὼ ἡ Σαλμωνέως, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν ταύτην παρὰ τοῦ Ποσειδῶνος λαβοῦσα τὴν τιμήν.

προσηνέχθημεν: ao. pas. of προσφέρω, “we advanced upon”

λαβόντες: ao. part. of λαμβάνω, “having taken water”

ἐπελελοίπει: plupf. of ἐπι-λείπω, “it had run out”

κατατοξεύσαντες: ao. part. of κατα-τοξεύω, “having slain with arrows”

ὥσπερ ὁ Μῶμος ἠξίου: impf. of ἀξιόω, “just as Momus wanted.” Momus is a personification of mockery.  He mocked Poseidon᾽s invention of the bull because of the position of the horns.

συμπεπηγώς: perf. part. nom. s. of συν-πήγνυμι, “curdled”

ἐμφαγόντες: ao. part. of ἐν-ἐσθίω, with instrumental force, “by eating our fill”

ἐμάθομεν: ao. of μανθάνω, “we learned”

οὐ μέντοι...ἀλλὰ: “certainly not wine, but rather”

ἀποθλίβοντες: pr. part. of ἀποθλίβω, “squeezing out”

ἐπίνομεν: impf. of πίνω, “we drank”

ἀνῳκοδόμητο: plupf. of ἀνα-οἰκοδομέω, “had been constructed”

Γαλατείας τῆς Νηρηΐδος:  a nymph wooed by the Cyclops

ἐμείναμεν: ao. of μένω, “we stayed”

ὄψον: acc. of respect, “food for cooking”

ὑπῆρχεν: impf. of ὑπάρχω, “consisted”

βασιλεύειν...ἐλέγετο: “is said to be queen”

Τυρὼ ἡ Σαλμωνέως: Tyro, the daughter of Salmoneus, was loved by Enipeus and Poseidon

μετὰ  τὴν ἐντεῦθεν ἀπαλλαγὴν: “after her departure from there” (home or life)

λαβοῦσα: ao. part. nom. f. s. of λαμβάνω, “having received”

Article Nav
Previous
Next

Suggested Citation

Eric Casey, Evan Hayes, and Stephen Nimis, Lucian True History. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2023. ISBN: .
https://dcc.dickinson.edu/es/lucian-true/book-2/2-3