ἡμεῖς δὲ ἐν τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν ἀπολιπόντες αὐτοὺς μαχομένους, καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ Καρυοναῦται ἅτε καὶ πλείους - πέντε γὰρ εἶχον πληρώματα - καὶ ἀπὸ ἰσχυροτέρων νεῶν μαχόμενοι· τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα, κεκενωμένα, μέγεθος δὲ ἑκάστου ἡμιτομίου εἰς μῆκος ὀργυιαὶ πεντεκαίδεκα.
Ἐπεὶ δὲ ἀπεκρύψαμεν αὐτούς, ἰώμεθα τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ὡς ἐπίπαν ἦμεν, ἀεί τινας ἐπιβουλὰς προσδεχόμενοι· οὐ μάτην.
notes
ἐν τοσούτῳ (sc. χρόνῳ): “in the meantime”
ἐπάραντες: ao. part. of ἐπι-αἴρω, “having hoisted”
ἀπολιπόντες: ao.part. of ἀπο-λείπω, “having left behind”
δῆλοι ἦσαν: “they were clear(ly)” + part.
κρατήσοντες: fut. part. of κρατέω after δῆλοι “about to defeat”
ἅτε + part.: providing the grounds for the supposition
ἅτε καὶ πλείους (sc. ὄντες)...καὶ μαχόμενοι: “because they were more numerous and were fighting”
κεκενωμένα: perf. part. of κενόω, “emptied out”
ἀπεκρύψαμεν: ao. of ἀπο-κρύπτω, “we had lost sight of them”
ἰώμεθα: impf. of ἰάομαι, “we cared for”
ὡς ἐπίπαν: “as much as possible”
προσδεχόμενοι: pr. part., “expecting”