[81] γενομένων δὲ λόγων, καὶ χαλεπῶς φερούσης τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς καὶ ζημιούσης τὸν Θεογένην ὅτι τοιαύτην ἔλαβεν γυναῖκα καὶ ταύτην εἴασε ποιῆσαι τὰ ἱερὰ τὰ ἄρρητα ὑπὲρ τῆς πόλεως, ἐδεῖτο ὁ Θεογένης ἱκετεύων καὶ ἀντιβολῶν, λέγων ὅτι οὐκ ᾔδει Νεαίρας αὐτὴν οὖσαν θυγατέρα, ἀλλ᾽ ἐξαπατηθείη ὑπὸ Στεφάνου, ὡς αὐτοῦ θυγατέρα οὖσαν αὐτὴν λαμβάνων γνησίαν κατὰ τὸν νόμον, καὶ διὰ τὴν ἀπειρίαν τῶν πραγμάτων καὶ τὴν ἀκακίαν τὴν ἑαυτοῦ τοῦτον πάρεδρον ποιήσαιτο, ἵνα διοικήσῃ τὴν ἀρχήν, ὡς εὔνουν ὄντα, καὶ διὰ τοῦτο κηδεύσειεν αὐτῷ.

[82] ‘ὅτι δὲ’ ἔφη ‘οὐ ψεύδομαι, μεγάλῳ τεκμηρίῳ καὶ περιφανεῖ ἐπιδείξω ὑμῖν· τὴν γὰρ ἄνθρωπον ἀποπέμψω ἐκ τῆς οἰκίας, ἐπειδὴ οὐκ ἔστιν Στεφάνου θυγάτηρ ἀλλὰ Νεαίρας. κἂν μὲν ταῦτα ποιήσω, ἤδη πιστοὶ ὑμῖν ὄντων οἱ λόγοι οἱ παρ᾽ ἐμοῦ λεγόμενοι, ὅτι ἐξηπατήθην· ἐὰν δὲ μὴ ποιήσω, τότ᾽ ἤδη με κολάζετε ὡς πονηρὸν ὄντα καὶ εἰς τοὺς θεοὺς ἠσεβηκότα.’

[83] ὑποσχομένου δὲ ταῦτα τοῦ Θεογένους καὶ δεομένου, ἅμα μὲν καὶ ἐλεήσασα αὐτὸν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ διὰ τὴν ἀκακίαν τοῦ τρόπου, ἅμα δὲ καὶ ἐξηπατῆσθαι τῇ ἀληθείᾳ ἡγουμένη ὑπὸ τοῦ Στεφάνου, ἐπέσχεν. ὡς δὲ κατέβη ἐξ Ἀρείου πάγου ὁ Θεογένης, εὐθὺς τήν τε ἄνθρωπον τὴν ταυτησὶ Νεαίρας θυγατέρα ἐκβάλλει ἐκ τῆς οἰκίας, τόν τε Στέφανον τὸν ἐξαπατήσαντα αὐτὸν τουτονὶ ἀπελαύνει ἀπὸ τοῦ συνεδρίου. καὶ οὕτως ἐπαύσαντο οἱ Ἀρεοπαγῖται κρίνοντες τὸν Θεογένην καὶ ὀργιζόμενοι αὐτῷ, καὶ συγγνώμην εἶχον ἐξαπατηθέντι.

[84] καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρα αὐτὸν τὸν Θεογένην καλῶ καὶ ἀναγκάσω μαρτυρεῖν. κάλει μοι Θεογένην Ἐρχιέα. “Μαρτυρία

Θεογένης Ἐρχιεὺς μαρτυρεῖ, ὅτε αὐτὸς ἐβασίλευεν, γῆμαι Φανὼ ὡς Στεφάνου οὖσαν θυγατέρα, ἐπεὶ δὲ ᾔσθετο ἐξηπατημένος, τήν τε ἄνθρωπον ἐκβαλεῖν καὶ οὐκέτι συνοικεῖν αὐτῇ, καὶ Στέφανον ἀπελάσαι ἀπὸ τῆς παρεδρίας καὶ οὐκ ἐᾶν ἔτι παρεδρεύειν αὑτῷ.”

    The Areopagos proposed to punish Theogenes for marrying a non-citizen, but he begged that they spare him. Theogenes immediately divorced Phano (and removed Stephanos from the board on which he had been serving), thereby earning the forgiveness of the Areopagos.

    81

    γενομένων δ λόγων: “while the discussions were going on,” in the council

    ζημιούσης: “were imposing a fine on” + acc.

    ὅτι: “because”

    εασε: “permitted” < ἐάω

    δει < οἶδα

    διοικήσ τν ρχήν: “administer his office,” “run his magistracy”

    82

    ντων: 3rd person plural present active imperative of εἰμί. ὄντων is Rennie’s emendation of ἔστωσαν, the form found in the manuscripts. However, since ἔστωσαν is an accepted variant of ὄντων, Rennie’s emendation is probably not necessary.

    πιστο μν ντων ο λόγοι: “let the statements be trustworthy to you,” i.e., be accepted as true by you. ὄντων is 3rd person pres. imperative < εἰμί.

    83

    ὑποσχομένου < ὑπισχνέομαι, “to promise”

    τν κακίαν το τρόπου: “innocence of character,” “naiveté”

    πέσχεν: “refrained from action” < ἐπέχω (aor. ἐπέσχον)

    συνεδρίου: this is a general word for council; here it refers to the archon and his two assessors.

    συγγνώμην εχον: “showed lenience”

    81

    ρειος [-α] -ον: devoted to Ares, warlike, martial (ἄ. πάγος - Areopagos)

    πάγος –ου : rock

    ζημιόω ζημισω ζημωσα ζημωκα ζημωμαι ζημιθην: punish, fine

    ρρητος –ον: unspoken, unsaid; secret

    δέομαι δεήσομαι δεησάμην ––– δεδημαι δεήθην: beg, ask

    κετεύω κετεύσω κέτευσα κέτευκα: to approach as a suppliant

    ντιβολέω ντιβολήσω ντεβόλησα ––– ––– ντεβολήθην: to meet; meet as a suppliant, entreat, supplicate

    ξαπατάω ξαπατήσω ξαπάτησα ξαπάτηκα ξαπάτημαι ξαπατήθην: deceive

    γνήσιος -α -ον: born in wedlock, genuine, legitimate

    πειρία: want of skill, inexperience

    κακία: innocence

    πάρεδρος –ον: sitting beside; assistant

    διοικέω διοικήσω δικησα δικηκα δικημαι δικήθην: to manage a house

    ενοος –ον: well-disposed, friendly

    κηδεύω κηδεύσω κήδευσα ––– κεκήδευμαι κηδεύθην: to ally oneself in marriage with (+ dat.)

    82

    ψεύδω ψεύσω ψευσα ––– ψευσμαι ψεύσθην: lie, tell untruth

    τεκμήριον –ου τό: sign; proof

    περιφανής –ές: visible from all sides; manifest

    πιδείκνυμι πιδείξω πέδειξα πιδέδειχα πιδέδειγμαι πεδείχθην: display, exhibit; show, prove

    ποπέμπω ποπέμψω πέπεμψα ποπέπομφα ποπέπεμμαι πεπέμφθην: send away

    πιστός –ή –όν: faithful, trustworthy, true

    κολάζω κολάσω κόλασα κεκόλακα κεκόλαμαι κολάσθην: chastise, punish

    σεβέω σεβήσω σέβησα σέβηκα σέβημαι σεβήθην: to be impious, commit sacrilege, sin against

    83

    λεέω λεσω λησα ––– λημαι λεθην: have pity on, show mercy to

    καταβαίνω καταβήσομαι κατέβην καταβέβηκα ––– –––: step down, go down, come down from

    κβάλλω κβαλ ξέβαλον κβέβληκα κβέβλημαι ξεβλήθην: throw, cast out

    πελαύνω πελ πήλασα πελήλακα πελήλαμαι πηλάθην: to drive away, expel from

    συνέδριον: council

    ρεοπαγίτης: Areopagite, member of the Areopagos council

    ργίζω ργι ργισα ––– ργισμαι ργσθην: to make angry; (mid.) be angry at + dat.

    συγγνώμη –ης : forbearance, lenient judgement

    84

    ναγκάζω ναγκάσω νάγκασα νάγκακα νάγκασμαι ναγκάσθην: force, compel, constrain

    μαρτυρέω μαρτυρήσω μαρτύρησα μεμαρτύρηκα μεμαρτύρημαι μαρτυρήθην: witness to

    ρχιεύς: οf the deme Erchia

    μαρτυρία –ας : witness, testimony, evidence

    βασιλεύω βασιλεύσω βασίλευσα βεβασίλευκα βεβασίλευμαι βασιλήθην: to be king; serve as king archon

    γαμέω γαμ γημα γεγάμηκα γεγάμημαι –––: marry

    συνοικω συνοικήσω συνκησα συνκηκα συνκημαι συνκήθην: to dwell together, live together

    παρεδρία: assistance, service

    παρεδρεύω: to sit beside, assist

    article nav
    Previous
    Next

    Suggested Citation

    Deborah Kamen, Pseudo-Demosthenes: Against Neaira. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-10-8.https://dcc.dickinson.edu/ro/against-neaira/81-84