1a. ἡ μέθη μικρὰ μανία ἐστίν.

1b. πολλάκις βραχεῖα ἡδονὴ μακρὰν τίκτει λύπην.

1c. φίλει τὴν παιδείαν, σωφροσύνην, φρόνησιν, ἀλήθειαν, οἰκονομίαν, τέχνην, εὐσέβειαν.

1d. Βίων ἔλεγε τὴν φιλαργυρίαν εἶναι μητρόπολιν πάσης κακίας.

1e. οὐ πενία λύπην ἐργάζεται, ἀλλ’ ἐπιθυμία.

1f. ὡς συμπόσιον χωρὶς ὁμιλίας, οὕτως πλοῦτος χωρὶς ἀρετῆς οὐδὲν ἡδονῆς ἔχει.

2a. αἱ κτήσεις τῆς ἀρετῆς μόναι βέβαιαί εἰσιν.

2b. ἡ παιδεία ἐν μὲν ταῖς εὐτυχίαις κόσμος ἐστὶν, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγή.

2c. πασῶν τῶν ἀρετῶν ἡγεμών ἐστιν ἡ εὐσέβεια.

2d. προσήκει τοῖς ἀθληταῖς τὸ σῶμα ἀεὶ γυμνάζειν.

2e. κλεινότατον ἦν ἐν Ὀλυμπίᾳ ἄγαλμα Διὸς, Φειδίου ἔργον.

2f. μετὰ τὸν Αἰνείου θάνατον, Ἀσκάνιος τὴν βασιλείαν παρέλαβεν.

2g. ὁ Λίνος παῖς ἦν Ἑρμοῦ καὶ Μούσης Οὐρανίας.

2h. ἡ Ἰωνικὴ φιλοσοφία ἤρξατο ἀπὸ Θαλοῦ, ἡ Ἰταλικὴ ἀπὸ Πυθαγόρου.

3a. Νουμᾶς Πίστεως καὶ Τέρμονος ἱερὸν ἱδρύσατο.

3b. ἡ Νέα Καρχηδὼν κτίσμα ἐστὶν Ἀσδρούβα, τοῦ δεξαμένου Βάρκαν, τὸν Ἀννίβα πατέρα.

3c. τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικὰς δύναται.

3d. ἐπὶ κορυφῇ τῆς ἄκρας Σουνίου ναός ἐστιν Ἀθηνᾶς Σουνιάδος.

article Nav