1a. ὁ θυμὸς ἀλόγιστος.

1b. ὁ πλοῦτος θνητὸς, ἡ δόξα ἀθάνατος.

1c. ὁ λόγος τῆς ψυχῆς εἴδωλόν ἐστιν.

1d. δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.

1e. ὁ Πήγασος ἵππος ἦν πτηνός.

1f. ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου.

1g. μὴ κατόκνει μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους.

1h. οἱ Ἡρακλέους ἔκγονοι κατῆλθον εἰς τὴν Πελοπόννησον. 

2a. οἱ Αἰγύπτιοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς εἶναι λέγουσιν.

2b.ὁ Ἄρης μισεῖ τοὺς κακούς.

2c. οἱ Πυγμαῖοι τοῖς γεράνοις πολεμοῦσιν. 

3a. λύκω καὶ ἵππω συννόμω ἐστόν· λέαινα δὲ καὶ λέων οὐ τὴν αὐτὴν ἴασιν.

3b. ἡ ὀργὴ καὶ ἡ ἀσυνεσία, δύω μεγίστω κακὼ, πολλοὺς ἀπώλεσαν.

3c. ὁ Ζεῦξις ἐποίησεν Ἱπποκένταυρον, ἀνατρέφουσαν παιδίω Ἱπποκενταύρω διδύμω, κομιδῇ νηπίω. 

4a. οἱ τὰ ἄκρα τοῦ Ἄθω ἐνοικοῦντες μακροβιώτατοι εἶναι λέγονται.

4b. πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψε κρυπτόμενον.

4c. κάτοπτρον εἴδους χαλκός ἐστ’, οἶνος δὲ νοῦ.

4d.  ἀνδρὸς οἶνος ἔδειξε νόον. 

5a. ἐν Ἔρυκι τῆς Σικελίας, Ἀφροδίτης νεώς ἐστιν ἅγιος, ἐν ᾧ πολὺ πλῆθος περιστερῶν τρέφεται.

5b. Πτολεμαῖος ὁ Φιλοπάτωρ κατεσκεύασεν Ὁμήρῳ νεών.

5c. αἱροῦνται οἱ λαγῲ ὑπὸ ἀλωπέκων, τοτὲ μὲν δρόμῳ, τοτὲ δὲ τέχνῃ.

5d. ἐν τῇ Σάμῳ τῇ Ἥρᾳ πλείστους ταὼς ἔτρεφον, καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὼς ἦν.