Epictetus Encheiridion 12 read aloud (CF)

12.1 εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς· «ἂν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς·» «ἃν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται.» κρεῖσσον γάρ ἐστι λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον· κρεῖσσον δὲ καὶ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα. 12.2 ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον· ἐπίλεγε ὅτι «τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία· προῖκα δὲ οὐδὲν περιγίνεται.» ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ ὅτι δύναται μὴ ὑπακοῦσαι ἢ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις· ἀλλ' οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς ἵνα ἐπ' ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.

article Nav