46.1 μηδαμοῦ σεαυτὸν εἴπῃς φιλόσοφον, μηδὲ λάλει τὸ πολὺ ἐν ἰδιώταις περὶ θεωρημάτων, ἀλλὰ ποίει τὰ ἀπὸ τῶν θεωρημάτων. οἷον ἐν συμποσίῳ μὴ λέγε πῶς δεῖ ἐσθίειν, ἀλλ᾽ ἔσθιε ὡς δεῖ. μέμνησο γάρ ὅτι οὕτως ἀφῃρήκει πανταχόθεν Σωκράτης τὸ ἐπιδεικτικὸν ὥστε ἤρχοντο πρὸς αὐτὸν βουλόμενοι φιλοσόφοις ὑπ᾽ αὐτοῦ συσταθῆναι, κἀκεῖνος ἀπῆγεν αὐτούς· οὕτως ἠνείχετο παρορώμενος. 46.2 κἂν περὶ θεωρήματός τινος ἐν ἰδιώταις ἐμπίπτῃ λόγος, σιώπα τὸ πολύ· μέγας γὰρ ὁ κίνδυνος εὐθὺς ἐξεμέσαι ἃ οὐκ ἔπεψας. καὶ ὅταν εἴπῃ σοί τις ὅτι οὐδὲν οἶσθα καὶ σὺ μὴ δηχθῇς, τότε ἴσθι ὅτι ἄρχῃ τοῦ ἔργου. ἐπεὶ καὶ τὰ πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιμέσιν ἐπιδεικνύει πόσον ἔφαγεν, ἀλλὰ τὴν νομὴν ἔσω πέψαντα ἔρια ἔξω φέρει καὶ γάλα· καὶ σὺ τοίνυν μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλ᾽ ἀπ᾽ αὐτῶν πεφθέντων τὰ ἔργα.