Passage 3: Lovesickness (1.1.8-1.1.10)

[1.1.8] νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκάετο. δεινότερον δ’ ἔπασχεν ἡ παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι. Χαιρέας δέ, νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρόης γάμου μὴ τυχών. [1.1.9] ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ “οἴχῃ δή μοι, τέκνον” ἔφη· “δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. οὔκουν οὐδὲ πειρᾶσθαί σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν.” εἶθ’ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δὲ ηὔξετο τὸ κακὸν ὥστε μηδὲ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς. [1.1.10] ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν. ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.