1a. Ἡ φρόνησις μέγιστόν ἐστιν ἀγαθόν.
1b. Ἡ φύσις ἄνευ μαθήσεως τυφλὸν, ἡ δὲ μάθησις ἄνευ φύσεως ἐλλιπές.
1c. Πόλεως ψυχὴ οἱ νόμοι.
1d. Οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ νόμοι πόλει.
1e. Ἀρίστιππος ἔφη πρὸς τὸν ἀδελφόν· μέμνησο, ὅτι τῆς μὲν διαστάσεως σὺ ἤρξω, τῆς δὲ διαλύσεως ἐγώ.
2a. Ἡ ὕδραυλίς ἐστιν εὕρημα Κτησιβίου, Ἀλεξανδρέως, κουρέως τὴν τέχνην.
2b. Ὁμονοούντων ἀδελφῶν συμβίωσις παντὸς τείχους ἰσχυροτέρα.
2c. Ἤθους βάσανός ἐστιν ἀνθρώποις χρόνος.
2d. Πελίαν, τὸν Ποσειδῶνος καὶ Τυροῦς υἱὸν, ἵππος ἔθρεψεν.
2e. Ἀπόλλων, ὁ Διὸς καὶ Λητοῦς παῖς, ὅτε τὸν Πύθωνα κατετόξευσεν, ἦλθεν εἰς Δελφοὺς καὶ παρέλαβε τὸ μαντεῖον τῆς Γῆς.
2f. Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσει, ἐὰν πρῶτον ἄρξῃς σαυτὸν αἰδεῖσθαι.
3a. Οἱ ὄφεις τὸν ἰὸν ἐν τοῖς ὀδοῦσιν ἔχουσιν.
3b. Ὁ Παρνασσὸς μέγα καὶ σύσκιον ὄρος ἐστίν.
3c. Ἐν Βοιωτίᾳ δύο εἰσὶν ἐπίσημα ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον, ἕτερον δὲ Κιθαιρών.
3d. Ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχθύων.
3e. Κέρδη πονηρὰ ζημίαν ἀεὶ φέρει.
3f. Λιμὸς μέγιστον ἄλγος ἀνθρώποις ἔφυ.
3g. Ξίφος τιτρώσκει σῶμα, τὸν δὲ νοῦν λόγος.
3h. Δημήτριος ὁ Πολιορκήτης βίᾳ ᾕρει τὰς πόλεις, κατασείων τὰ τείχη, Τιμόθεος δὲ πείθων.
3i. Ἐγένετο κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, ἀφ’ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται.
3j. Τίμα τοὺς γόνεις.
3k. Αἰακὸς τὰς κλεῖς τοῦ ᾅδου φυλάττει.
3l. Οἱ πολύποδες ἐλλοχῶσι τοὺς ἰχθῦς.
3m. Ἀνάχαρσις τὴν ἄμπελον εἶπε τρεῖς φέρειν βότρυς· τὸν πρῶτον, ἡδονῆς· τὸν δεύτερον, μέθης· τὸν τρίτον, ἀηδίας.