Epictetus Encheiridion 26 read aloud (CF)

26.1 τὸ βούλημα τῆς φύσεως καταμαθεῖν ἔστιν ἐξ ὧν οὐ διαφερόμεθα πρὸς ἀλλήλους. οἷον ὅταν ἄλλου παιδάριον κατάξῃ ποτήριον, πρόχειρον εὐθὺς ὅτι «τῶν γινομένων ἐστίν.» ἴσθι οὖν ὅτι, ὅταν καὶ τὸ σὸν καταγῇ, τοιοῦτον εἶναί σε δεῖ, ὁποῖον ὅτε καὶ τὸ ἄλλου κατεάγη. οὕτω μετατίθει καὶ ἐπὶ τὰ μείζονα. τέκνον ἄλλου τέθνηκεν ἢ γυνή; οὐδείς ἐστιν ὃς οὐκ ἂν εἴποι ὅτι «ἀνθρώπινον.» ἀλλ' ὅταν τὸ αὐτοῦ τινος ἀποθάνῃ, εὐθὺς «οἴμοι» καὶ «τάλας ἐγώ.» ἐχρῆν δὲ μεμνῆσθαι τί πάσχομεν περὶ ἄλλων αὐτὸ ἀκούσαντες.

article Nav