Χρύσιππος

ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατήρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.

Ἀγοράστης

οὐ μὲν οὖν· ἀλλ᾽ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δ᾽ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;

Χρύσιππος

περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.

Ἀγοράστης

γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;

Χρύσιππος

ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεται καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον.

    ἀγνοέω: to not know, perceive, or recognize

    ἀποκαλύπτω: to uncover

    ἄκρος, -α, -ον: at the farthest point; το ἀκρότατον: the very peak

    πλοῦτος, -ου, ὁ: wealth, riches

    ὑγίεια, ὑγίειας, ἡ: health, soundness 

    προπονέω: to work, labor beforehand, work up first

    λεπτόγραφος, -ον: written small

    βιβλίον, -ου, τό: a paper, scroll, letter

    παραθήγω: sharpen

    ὄψις, ὄψεως, ἡ: vision, sight

    σχόλιον, -ου τό: interpretation, comment, short note

    συναγείρω: gather together, assemble

    σολοικισμός, -οῦ, ὁ: solecism, improper use of language

    ἐμπίμπλημι: to fill oneself with (+ gen.)

    ἄτοπος, -ον: out of place, bizarre

    ῥῆμα, -ατος, τό: word, line, verse

    κεφάλαιον, -ου, τό: the head; the cheif or main point

    θέμις, θέμιδος, ἡ: that which is right or correct, justice, right

    ἐφεξῆς: (adv.) in a row, one after another

    ἑλλέβορος, -ου, ὁ: hellebore, a plant used to cure madness

    ἀνδρικός, -ή, -όν: courageous, manly

    γνίφων, γνίφωνος, ὁ: a stingy or ungenerous person

    τοκογλύφος, -ου, ὁ: usurer, loan-shark

    τέλειος, -α, -ον: perfect, accomplished

    δανείζω: lend money

    πρέπω: to resemble, to seem; to befit, to be appropriate to (+ dat.)

    συλλογίζομαι: draw inferences

    λογίζομαι: reckon, calculate

    τόκος, -ου ὁ interest on money that has been lent

    σπουδαῖος, -α -ον: important, serious

    ἁπλόος, -η, -ον: simple, single

    καθάπερ: just as, so to speak, as it were

    ἀπόγονοι, ἀπογόνων, οἱ: offspring, descendants

    article Nav
    Previous
    Next