Ἑρμῆς

τί σοι τοὔνομα;

Ἀγοράστης

Δίων Συρακούσιος,

Ἑρμῆς

ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνεῖται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρ᾽ ὅσον ἀσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.

Ἀγοράστης

τίς ἡ τιμή;

Ἑρμῆς

δύο μναῖ.

Ἀγοράστης

λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;

Ἑρμῆς

τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας.

Ἀγοράστης

χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.

γελάω: to laugh

μαθητής, -οῦ, ὁ: student, pupil

μεθύω: to be drunk with wine

προσθεν: (of time) before, formerly

ἀσεβής, -ές: ungodly, impious, profane

λιχνεία, -ας, ἡ: gluttony,luxuriousness in eating

τιμή, -ῆς, ἡ: price

ἔδεσμα, ατος, τό: food

γλυκύς, εῖα, ύ: sweet, delightful, pleasant

σιτέω: eat

μελιτώδης, ες: like honey, honeyed

ἰσχάς, άδος, ἡ: dried fig

παλάθη, ης, ἡ: fruit cake

article Nav
Previous
Next