Ἀκόντιος τὴν Κυδίππην καλὸς νεανίας καλὴν ἔγημε κόρην· ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ κατὰ θεῖον ἀεὶ προσπελάζει. καὶ τὴν μὲν ἅπασι τοῖς ἑαυτῆς φιλοτίμως κεκόσμηκεν Ἀφροδίτη, μόνου τοῦ κεστοῦ φεισαμένη· καὶ γὰρ τοῦτον πρὸς τὴν παρθένον εἶχεν ἐξαίρετον ἡ θεός. καὶ τοῖς ὄμμασι χάριτες οὐ τρεῖς καθ' Ἡσίοδον ἀλλὰ δεκάδων περιεχόρευε δεκάς. τὸν δὲ νέον ἐκόσμουν ὀφθαλμοὶ φαιδροὶ μὲν ὡς καλοῦ, φοβεροὶ δὲ ὡς σώφρονος, καὶ φύσεως ἔρευθος εὐανθὲς ἐπέτρεχε ταῖς παρειαῖς. οἱ δὲ φιλοθεάμονες τοῦ κάλλους εἰς διδασκάλου προϊόντα περιεσκόπουν συνωθοῦντες ἀλλήλους, καὶ ἦν ὁρᾶν πρὸς τούτου πληθούσας μὲν ἀγοράς, στενοχωρουμένας δὲ λαύρας. καὶ πολλοί γε διὰ τὸ λίαν ἐρωτικὸν τοῖς ἴχνεσι τοῦ μειρακίου τοὺς ἑαυτῶν ἐφήρμοζον πόδας. οὗτος ἠράσθη Κυδίππης· ἔδει γὰρ τὸν καλὸν τοσούτους τετοξευκότα τῷ κάλλει μιᾶς ἀκίδος ἐρωτικῆς πειραθῆναί ποτε, καὶ γνῶναι σαφῶς οἷα πεπόνθασιν οἱ δι' αὐτὸν τραυματίαι. ὅθεν ὁ Ἔρως οὐ μετρίως ἐνέτεινε τὴν νευράν (ὅτε καὶ τερπνὴ πέφυκεν ἡ τοξεία), ἀλλ' ὅσον εἶχεν ἰσχύος προσελκύσας τὰ τόξα, σφοδρότατα διαφῆκε τὸ βέλος.
τοιγαροῦν εὐθέως, ὦ κάλλιστον παιδίον Ἀκόντιε, δυοῖν θάτερον, ἢ γάμον ἢ θάνατον διελογίζου βληθείς. πλὴν αὐτὸς ὁ τρώσας ἀεί τινας παραδόξους μηχανὰς διαπλέκων ὑπέθετό σοι καινοτάτην βουλήν, τάχα που τὸ σὸν αἰδούμενος κάλλος. αὐτίκα γοῦν κατὰ τὸ Ἀρτεμίσιον ὡς ἐθεάσω προκαθημένην τὴν κόρην τοῦ κήπου τῆς Ἀφροδίτης, κυδώνιον ἐκλεξάμενος μῆλον, ἀπατηλὸν αὐτῷ περιγεγράφηκας λόγον, καὶ λάθρᾳ διεκύλισας πρὸ τῶν τῆς θεραπαινὶς ποδῶν. ἢ δὲ τὸ μέγεθος καὶ τὴν χροιὰν καταπλαγεῖσα ἀνήρπασεν, ἅμα διαποροῦσα τίς ἄρα τοῦτο τῶν παρθένων μετεώρως ἀπέβαλε τοῦ προκολπίου. « ἆρα » φησίν « ἱερὸν πέφυκας, ὦ μῆλον; τίνα δέ σοι πέριξ ἐγκεχάρακται γράμματα; καὶ τί σημαίνειν ἐθέλεις; δέχου μῆλον, ὦ κεκτημένη, οἷον οὐ τεθέασαι πρότερον. ὡς ὑπερμέγεθες, ὡς πυρρωπόν, ὡς ἐρύθημα φέρον τῶν ῥόδων. εὖγε τῆς εὐωδίας ὅσον καὶ πόρρωθεν εὐφραίνει τὴν αἴσθησιν. λέγε μοι, φιλτάτη, τί τὸ περίγραμμα τοῦτο;» ἡ δὲ κόρη κομισαμένη καὶ τοῖς ὄμμασι περιθέουσα τὴν γραφὴν ἀνεγίνωσκεν ἔχουσαν ὧδε «μὰ τὴν Ἄρτεμιν Ἀκοντίῳ γαμοῦμαι.» ἔτι διερχομένη τὸν ὅρκον εἰ καὶ ἀκούσιόν τε καὶ νόθον, τὸν ἐρωτικὸν δόλον ἀπέρριψεν αἰδουμένη, καὶ ἡμίφωνον καταλέλοιπε λέξιν τὴν ἐπ' ἐσχάτῳ κειμένην, ἅτε διαμνημονεύουσαν γάμον, ὃν σεμνὴ παρθένος κἂν ἑτέρου λέγοντος ἠρυθρίασε. καὶ τοσοῦτον ἐξεφοινίχθη τὸ πρόσωπον, ὡς δοκεῖν ὅτι τῶν παρειῶν ἔνδον εἶχ́έ τινα ῥόδων λειμῶνα, καὶ τὸ ἐρύθημα τοῦτο μηδὲν τῶν χειλῶν αὐτῆς διαφέρειν. εἶπεν ἡ παῖς, ἀκήκοεν Ἄρτεμις· καὶ παρθένος οὖσα θεός, Ἀκόντιε, συνελάβετό σοι τοῦ γάμου.
τέως οὖν τὸν δείλαιον - ἀλλ' οὔτε θαλάττης τρικυμίας οὔτε πόθου κορυφούμενον σάλον εὐμαρὲς ἀφηγεῖσθαι. δάκρυα μόνον, οὐχ ὅπνον αἱ νύκτες ἐπῆγον τῷ μειρακίῳ· κλάειν γὰρ αἰδούμενος τὴν ἡμέραν, τὸ δάκρυον ἐταμιεύετο ταῖς νυξίν. ἐκτακεὶς δὲ τὰ μέλη καὶ δυσθυμίαις μαραινόμενος τὴν χροιὰν καὶ τὸ βλέμμα δεινῶς ὡρακιῶν ἐδεδίει τῷ τεκόντι φανῆναι, καὶ εἰς ἀγρὸν ἐπὶ πάσῃ προφάσει τὸν πατέρα φεύγων ἐφοίτα. διόπερ οἱ κομψότεροι τῶν ἡλικιωτῶν Λαέρτην αὐτὸν ἐπωνόμαζον, γηπόνον τὸν νεανίσκον οἰόμενοι γεγονέναι. ἀλλ' Ἀκοντίῳ οὐκ ἀμπελῶνος ἔμελεν, οὐ σκαπάνης, μόνον δὲ φηγοῖς ὑποκαθήμενος ἢ πτελέαις ὡμίλει τοιάδε. «εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ φωνή , ὅπως ἂν εἴποιτε Κυδίππη καλή, ' ἢ γοῦν τοσαῦτα κατὰ τῶν φλοιῶν ἐγκεκολαμμένα φέροιτε γράμματα, ὅσα τὴν Κυδίππην ἐπονομάσει καλήν. Kυδίππη, καλήν σε καὶ εὔορκον ὁμοίως προσείπω ταχύ, μηδὲ Ἄρτεμις ἐπὶ σὲ ποιναῖον βέλος ἀφῇ καὶ ἀνέλῃ· μενεῖ δὲ τὸ πῶμα προσκείμενον τῇ φαρέτρᾳ. ὦ δυστυχὴς ἐγώ. τί δέ σοι τοῦτον ἐπῆγον τὸν φόβον; ὁπότε καί φασι τὴν θεὸν ἐπὶ πάσαις μὲν ἁμαρτάσι κινεῖσθαι δεινῶς, μάλιστα δὲ τοὺς ἀμελοῦντας τῶν ὅρκων πικρότερον τιμωρεῖσθαι. εἴθε μὲν οὖν ὡς ἀρτίως ηὐχόμην εὔορκος εἴης, εἴθε γάρ· εἰ δὲ ἀποβαίη ὅπερ μηδὲ λέγειν καλόν, ἡ Ἄρτεμις ἔστω σοι, παρθένε, πραεῖα· οὐ σε γὰρ ἀλλὰ τὸν δόντα τῆς ἐπιορκίας τὴν πρόφασιν κολαστέον. μαθήσομαι μόνον ὡς μεμέληκέ σοι τῶν γραμμάτων, καὶ τοῦ σοῦ πρηστῆρος τὴν ἐμὴν ψυχὴν ἀπαλλάττων οὐχ ἧττον αἵματος ἀφειδήσω τοῦ ἡμετέρου ἤπερ ὕδατος εἰκῆ χεομένου. ἀλλ' ὦ φίλτατα δένδρα, τῶν ἡδυφώνων ὀρνίθων οἱ θῶκοι, ἆρα κἀν ὑμῖν ἐστὶν οὗτος ὁ ἔρως, καὶ πίτυος τυχὸν ἠράσθη κυπάριττος ἢ ἄλλο φυτὸν ἑτέρου φυτοῦ; μὰ Δί' οὐκ οἶμαι· οὐ γὰρ ἂν ἐφυλλορροεῖτε , καὶ τοὺς κλάδους ἁπλῶς ὁ πόθος κόμης ὁμοῦ καὶ ἀγλαίας ἐψίλου, ἀλλὰ καὶ μέχρι στελέχους τε καὶ ῥιζῶν ὑπονοστήσας τῷ πυρσῷ διικνεῖτο.»
τοιαῦτα μὲν τὸ παιδίον διελέγετο, πρὸς τῷ σώματι μαραινόμενος καὶ τὸν νοῦν· τῇ δὲ Κυδίππῃ πρὸς ἕτερον ηὐτρεπίζετο γάμος. καὶ πρὸ τῆς παστάδος τὸν ὑμέναιον ᾖδον αἱ μουσικώτεραι τῶν παρθένων καὶ μελίφωνοι, τοῦτο δὴ Σαπφοῦς τὸ ἥδιστον φθέγμα· ἀλλ' ἄφνω νενόσηκεν ἡ παῖς, καὶ πρὸς ἐκφορὰν ἀντὶ νυμφαγωγίας οἱ τεκόντες ἑώρων. εἶτα παραδόξως ἀνέσφηλε, καὶ δεύτερον ὁ θάλαμος ἐκοσμεῖτο· καὶ ὥσπερ ἀπὸ συνθήματος τῆς Τύχης αὖθις ἐνόσει. τρίτον ὁμοίως ταῦτα συμβέβηκε τῇ παιδί, ὁ δὲ πατὴρ τετάρτην οὐκ ἀνέμεινε νόσον, ἀλλ' ἐπύθετο τοῦ Πυθίου τίς ἄρα θεῶν τὸν γάμον ἐμποδίζει τῇ χόρῃ. ὁ δὲ Ἀπόλλων πάντα σαφῶς τὸν πατέρα διδάσκει, τὸν νέον, τὸ μῆλον, τὸν ὅρκον, καὶ τῆς Ἀρτέμιδος τὸν θυμόν· καὶ παραινεῖ θᾶττον εὔορκον ἀποφῆναι τὴν κόρην. «ἄλλως τε» φησί «Kυδίππγν Ἀκοντίῳ συνἅπτων οὐ μόλιβδον ἂν συνεπιμίξειας ἀργύρῳ, ἀλλ' ἑκατέρωθεν ὁ γάμος ἔσται χρυσοῦς.»
ταῦτα μὲν ἔχρησεν ὁ μαντῷος θεός, ὁ δὲ ὅρκος ἄμα τῷ χρησμῷ συνεπληροῦτο τοῖς γάμοις. αἱ δὲ τῆς παιδὸς ἡλικιώτιδες ἐνεργὸν ὑμέναιον ᾖδον, οὐκ ἀναβαλλόμενον ἔτι οὐδὲ. διακοπτόμενον νόσῳ. καὶ ἡ διδάσκαλος ὑπέβλεπε τὴν ἀπᾴδουσαν, καὶ εἰς τὸ μέλος ἱκανῶς ἐνεβίβαζε χειρονομοῦσα. ἕτερος δὲ τοῖς ᾄσμασιν ἐπεκρότει, καὶ ἡ δεξιὰ τοῖς δακτύλοις ὑπεσταλμένοις ὑποκειμένην τὴν ἀριστερὰν ἔπληττεν εἰς τὸ κοῖλον, ἵν' ὦσιν αἱ χεῖρες εὔφωνοι συμπληττόμεναι τρόπον κυμβάλων. ἅπαντα δ' οὖν ὅμὼς βραδύνειν ἐδόκει τῷ Ἀκοντίῳ, καὶ οὔτε ἡμέραν ἐκείνης ἐνόμισε μακροτέραν ἑορακέναι οὔτε νύκτα βραχυτέραν τῆς νυκτὸς ἐκείνης, ἧς οὐκ ἂν ἠλλάξατο τὸν Μίδου χρυσόν, οὐδὲ τὸν Ταντάλου πλοῦτον ἰσοστάσιον ἡγεῖτο τῇ κόρῃ. καὶ σύμψηφοι πάντες ἐμοί, ὅσοι μὴ καθάπαξ τῶν ἐρωτικῶν ἀμαθεῖς· τὸν γὰρ ἀνέραστον οὐκ ἀπεικὸς ἀντίδοξον εἶναι. ὃ δ' οὖν τῇ παρθένῳ βραχέα νυκτομαχήσας ἐρωτικῶς, τό γε λοιπὸν εἰρηναίων ἀπέλαυεν ἡδονῶν. ἐκάοντο δὲ κατὰ δώματα δᾷδες ἐκ λιβανωτοῦ συγκείμεναι, ὥστε ἅμα κάεσθαι καὶ θυμιᾶσθαι καὶ παρέχειν τὸ φῶς μετ' εὐωδίας. πάλαι τοίνυν αἱ παρθένοι, συναριθμουμένης αὐταῖς τῆς Κυδίππης, ἐπλεονέκτουν σφόδρα τῶν γυναικῶν, τὸν κολοφῶνα φέρουσαι τῆς εὐπρεπείας· νυνὶ δέ, τῆς νύμφης ἐν γυναιξὶ ταττομένης, μειονεκτοῦσιν αἱ κόραι· τοσοῦτον ἡ φύσις ἁπανταχοῦ τὸ λαμπρὸν αὐτῆς ἐκορυφώσατο κάλλος. ὥσπερ δὲ χρυσόπολις ἡ πόα τῷ χρυσῷ μείρακι συνήπτετο προσφυῶς. ἄμφω δὲ λαμπροῖς ὄμμασιν, οἷον ἀστέρες ἀνταυγοῦντες ἀλλήλοις, φαιδρότερον τῆς ἀλλήλων ἀπέλαυον ἀγλαίας.
notes
Text after Rudolf Hercher (1873). Epistolographoi hellenikoi. Epistolographi graeci, recensuit, recognovit, adnotatione critica et indicibus instruxit Rudolphus Hercher; accedunt Francisci Boissonadii ad Synesium notae ineditae.