Callimachus /

Introduction and notes by Susan Stephens

The Oenotropes

Fr. 188

This aition is only indirectly attested.


Lycophron, Alexandra 567-583

καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ, 

βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος. 

ἄλλων δ᾽ ἄπλατον χειρὶ κινήσει νέφος, 

ὧν οὐδ᾽ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος 570

σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον 

μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους, 

τροφὴν δ᾽ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας 

ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν 

μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας, 575

Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν. 

ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς 

μυληφάτου χιλοῖο δαιδαλευτρίας 

ἕρπιν τε ῥέζειν ἠδ᾽ ἀλοιφαῖον λίπος, 

οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας. 580

αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν 

τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε 

Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.


Σ s s3 s4 Lyc. 570

ὧν οὐδ᾽ ὁ Ῥοιοῦς] Σταφύλου τοῦ υἱοῦ Διονύσου θυγάτηρ γίνεται Ῥοιώ. ταύτῃ ἐμίγη Ἀπόλλων. αἰσθόμενος δὲ ὁ Στάφυλος ἔβαλεν αὐτὴν εἰς λάρνακα καὶ ἀφῆκε κατὰ τῆν θάλασσαν. ἡ δὲ προσεπελάσθη τῇ Εὐβοίᾳ καὶ ἐγέννησεν αὐτόθι περί τι ἄντρον παῖδα, ὅν Ἄνιον ἐκάλεσε διὰ τὸ ἀνιαθῆναι αὐτὴν δι' αὐτόν. τοῦτον δὲ Ἀπόλλων ἤνεγκεν εἰς Δῆλον, ὃς γήμας Δωρίππην ἐγέννησε τὰς Οἰνοτρόπους (ss3s4) Οἰνώ, Σπερμώ, Ἐλαΐδα (ss4) αἷς ὁ Διόνυσος ἐχαρίσατο ὁπότε βούλονται, σπέρμα λαμβάνειν. Φερεκύδης (FGrH 3 F 140) δέ φησιν ὅτι Ἄνιος ἔπεισε τοὺς Ἕλληνας παραγενομένους πρὸς αὐτὸν αὐτοῦ μένειν τὰ θ' ἔτη· δεδόσθαι δὲ αὐτοις παρὰ τῶν θεῶν τῷ δεκάτῳ ἔτει πορθῆσαι τὴν Ἴλιον, ὑπέσχετο δὲ αὐτοις ὑπὸ τῶν θυγατέρων αὐτοῦ τραφήσεσθαι. ἔστι δὲ τοῦτο καὶ παρὰ τῷ τὰ Κύπρια πεποιηκότι (EGF 19) (ss3s4). μέμνηται δὲ καὶ Καλλίμαχος τῶν Ἀνίου θυγατέρων ἐν τοῖς Αἰτίοις (ss3).


Σ s s3 Lyc. 580

οἰνοτρόπους] αἱ Οίνοτρόποι ἐκαλοῦντο Οἰνώ, Σπερμώ, Ἐλαΐς. αὗται ἔλαβον παρὰ Διονύσου δῶρον, ἵνα, ὅτε θελήσουσι, καρπὸν τρυγῶσι (ss3), καὶ ἡ μὲν Οἰνὼ τὴν οἶνον ἐποίει, ἡ δὲ Σπερμὼ τὰ σπέρματα, τὸ ἔλαιον δὲ ἡ Ἐλαΐς (s). αὖται καὶ τοὺς Ἕλληνας λιμώττοντας ἐλθοῦσαι εἰς Τροίαν διέσωσαν. μαρτυρεῖ δὲ ταῦτα καὶ Καλλίμαχος (s).

 

Horizontal Tabs

Article Nav

Suggested Citation

Susan Stephens, Callimachus: Aetia. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2015. ISBN: 978-1-947822-07-8. http://dcc.dickinson.edu/callimachus-aetia/uf/oenotropes