Chirstopher Francese

Epictetus Encheiridion 25 read aloud (CF)

25.1 εἰ προετιμήθη σού τις ἐν ἑστιάσει ἢ ἐν προσαγορεύσει ἢ ἐν τῷ παραληφθῆναι εἰς συμβουλίαν, εἰ μὲν ἀγαθὰ ταῦτά ἐστι, χαίρειν σε δεῖ ὅτι ἔτυχεν αὐτῶν ἐκεῖνος· εἰ δὲ κακά, μὴ ἄχθου ὅτι σὺ οὐκ ἔτυχες. μέμνησο δέ ὅτι οὐ δύνασαι μὴ ταὐτὰ ποιῶν πρὸς τὸ τυγχάνειν τῶν οὐκ ἐφ᾽ ἡμῖν τῶν ἴσων ἀξιοῦσθαι. 25.2 πῶς γὰρ ἴσον ἔχειν δύναται ὁ μὴ φοιτῶν ἐπὶ θύρας τινὸς τῷ φοιτῶντι, ὁ μὴ παραπέμπων τῷ παραπέμποντι, ὁ μὴ ἐπαινῶν τῷ ἐπαινοῦντι; ἄδικος οὖν ἔσῃ καὶ ἄπληστος, εἰ μὴ προϊέμενος ταῦτα ἀνθ᾽ ὧν ἐκεῖνα πιπράσκεται προῖκα αὐτὰ βουλήσῃ λαμβάνειν. 25.3 ἀλλὰ πόσου πιπράσκονται θρίδακες; ὀβολοῦ, ἂν οὕτω τύχῃ. ἂν οὖν τις προέμενος τὸν ὀβολὸν λάβῃ θρίδακας, σὺ δὲ μὴ προέμενος μὴ λάβῃς, μὴ οἴου ἔλαττον ἔχειν τοῦ λαβόντος. ὡς γὰρ ἐκεῖνος ἔχει θρίδακας, οὕτω σὺ τὸν ὀβολόν ὃν οὐκ ἔδωκας. 25.4 τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα. οὐ παρεκλήθης ἐφ᾽ ἑστίασίν τινος; οὐ γὰρ ἔδωκας τῷ καλοῦντι ὅσου πωλεῖ τὸ δεῖπνον. ἐπαίνου δὲ αὐτὸ πωλεῖ, θεραπείας πωλεῖ. δὸς τὸ διάφορον, εἰ σοι λυσιτελεῖ, ὅσου πωλεῖται. εἰ δὲ κἀκεῖνα θέλεις μὴ προΐεσθαι καὶ ταῦτα λαμβάνειν, ἄπληστος εἶ καὶ ἀβέλτερος. οὐδὲν οὖν ἔχεις ἀντὶ τοῦ δείπνου; ἔχεις μὲν οὖν τὸ μὴ ἐπαινέσαι τοῦτον ὃν οὐκ ἤθελες, τὸ μὴ ἀνασχέσθαι αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου.

article Nav

Epictetus Encheiridion 24 read aloud (CF)

24.1 οὗτοί σε οἱ διαλογισμοὶ μὴ θλιβέτωσαν˙ «ἄτιμος ἐγὼ διαβιώσομαι καὶ οὐδεὶς οὐδαμοῦ.» εἰ γὰρ ἡ ἀτιμία ἐστὶ κακόν (ὥσπερ ἐστίν), οὐ δύνασαι ἐν κακῷ εἶναι δι' ἄλλον, οὐ μᾶλλον ἢ ἐν αἰσχρῷ. μή τι οὖν σόν ἐστιν ἔργον τὸ ἀρχῆς τυχεῖν ἢ παραληφθῆναι ἐφ' ἑστίασιν; οὐδαμῶς. πῶς οὖν ἔτι τοῦτ' ἔστιν ἀτιμία; πῶς δὲ καὶ οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὃν ἐν μόνοις εἶναί δεῖ τοῖς ἐπὶ σοί, ἐν οἷς ἔξεστί σοι εἶναι πλείστου ἀξίῳ; 24.2 ἀλλά σοι οἱ φίλοι ἀβοήθητοι ἔσονται; τί λέγεις τὸ ἀβοήθητοι; οὐχ ἕξουσι παρὰ σοῦ κερμάτιον, οὐδὲ πολίτας ῾Ρωμαίων αὐτοὺς ποιήσεις. τίς οὖν σοι εἶπεν ὅτι ταῦτα τῶν ἐφ' ἡμῖν ἐστιν, οὐχὶ δὲ ἀλλότρια ἔργα; τίς δὲ δοῦναι δύναται ἑτέρῳ ἃ μὴ ἔχει αὐτός; 24.3 «κτῆσαι οὖν» φησίν «ἵνα καὶ ἡμεῖς ἔχωμεν.» εἰ δύναμαι κτήσασθαι τηρῶν ἐμαυτὸν αἰδήμονα καὶ πιστὸν καὶ μεγαλόφρονα, δείκνυε τὴν ὁδὸν καὶ κτήσομαι. εἰ δ' ἐμὲ ἀξιοῦτε τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ ἀπολέσαι, ἵνα ὑμεῖς τὰ μὴ ἀγαθὰ περιποιήσησθε, ὁρᾶτε ὑμεῖς πῶς ἄνισοί ἐστε καὶ ἀγνώμονες. τί δὲ καὶ βούλεσθε μᾶλλον, ἀργύριον ἢ φίλον πιστὸν καὶ αἰδήμονα; εἰς τοῦτο οὖν μοι μᾶλλον συλλαμβάνετε, καὶ μή δι' ὧν ἀποβαλῶ αὐτὰ ταῦτα, ἐκεῖνά με πράσσειν ἀξιοῦτε. 24.4 «ἀλλ᾽ ἡ πατρίς, ὅσον ἐπ᾽ ἐμοί,» φησίν «ἀβοήθητος ἔσται.» πάλιν, ποίαν καὶ ταύτην βοήθειαν; στοὰς οὐχ ἕξει διὰ σὲ οὐδὲ βαλανεῖα. καὶ τί τοῦτο; οὐδὲ γὰρ ὑποδήματα ἔχει διὰ τὸν χαλκέα οὐδὲ ὅπλα διὰ τὸν σκυτέα˙ ἱκανὸν δέ, ἃν ἕκαστος ἐκπληρώσῃ τὸ ἑαυτοῦ ἔργον. εἰ δὲ ἄλλον τινὰ αὐτῇ κατεσκεύαζες πολίτην πιστὸν καὶ αἰδήμονα, οὐδὲν ἂν αὐτὴν ὠφέλεις; «ναί.» οὐκοῦν οὐδὲ σὺ αὐτὸς ἀνωφελὴς ἂν εἴης αὐτῇ. 24.5 «τίνα οὖν» φησίν, « ἕξω χώραν ἐν τῇ πόλει;» ἣν ἂν δύνῃ φυλάττων ἅμα τὸν πιστὸν καὶ αἰδήμονα. εἰ δὲ ἐκείνην ὠφελεῖν βουλόμενος ἀποβαλεῖς ταῦτα, τί ὄφελος ἂν αὐτῇ γένοιο ἀναιδὴς καὶ ἄπιστος ἀποτελεσθείς;

article Nav

Epictetus Encheiridion 23 read aloud (CF)

23.1 ἐάν ποτέ σοι γένηται ἔξω στραφῆναι πρὸς τὸ βούλεσθαι ἀρέσαι τινί, ἴσθι ὅτι ἀπώλεσας τὴν ἔνστασιν. ἀρκοῦ οὖν ἐν παντὶ τῷ εἶναι φιλόσοφος· εἰ δὲ καὶ δοκεῖν βούλει, σαυτῷ φαίνου καὶ ἱκανόν ἐστι.

article Nav

Epictetus Encheiridion 22 read aloud (CF)

22.1 εἰ φιλοσοφίας ἐπιθυμεῖς, παρασκευάζου αὐτόθεν ὡς καταγελασθησόμενος, ὡς καταμωκησομένων σου πολλῶν, ὡς ἐρούντων ὅτι «ἄφνω φιλόσοφος ἡμῖν ἐπανελήλυθε» καὶ «πόθεν ἡμῖν αὕτη ἡ ὀφρύς;» σὺ δὲ ὀφρὺν μὲν μὴ ἔχε, τῶν δὲ βελτίστων σοι φαινομένων οὕτως ἔχου, ὡς ὑπὸ τοῦ θεοῦ τεταγμένος εἰς ταύτην τὴν χώραν. μέμνησο δὲ ὅτι, ἐὰν μὲν ἐμμείνῃς τοῖς αὐτοῖς, οἱ καταγελῶντές σου τὸ πρότερον οὗτοί σε ὕστερον θαυμάσονται, ·ἐὰν δὲ ἡττηθῇς αὐτῶν, διπλοῦν προσλήψῃ καταγέλωτα.

article Nav

Epictetus Encheiridion 21 read aloud (CF)

21 θάνατος καὶ φυγὴ καὶ πάντα τὰ ἄλλα τὰ δεινὰ φαινόμενα πρὸ ὀφθαλμῶν ἔστω σοι καθ' ἡμέραν, μάλιστα δὲ πάντων ὁ θάνατος· καὶ οὐδὲν οὐδέποτε ταπεινὸν ἐνθυμηθήσῃ οὔτε ἄγαν ἐπιθυμήσεις τινός.

article Nav

Epictetus Encheiridion 20 read aloud (CF)

20.1 μέμνησο ὅτι οὐχ ὁ λοιδορῶν ἢ ὁ τύπτων ὑβρίζει, ἀλλὰ τὸ δόγμα τὸ περὶ τούτων ὡς ὑβριζόντων. ὅταν οὖν ἐρεθίσῃ σέ τις, ἴσθι ὅτι ἡ σή σε ὑπόληψις ἠρέθισε. τοιγαροῦν ἐν πρώτοις πειρῶ ὑπὸ τῆς φαντασίας μὴ συναρπασθῆναι· ἂν γὰρ ἅπαξ χρόνου καὶ διατριβῆς τύχῃς, ῥᾷον κρατήσεις σεαυτοῦ.

article Nav

Epictetus Encheiridion 19 read aloud (CF)

19.1 ἀνίκητος εἶναι δύνασαι, ἐὰν εἰς μηδένα ἀγῶνα καταβαίνῃς ὃν οὐκ ἔστιν ἐπὶ σοὶ νικῆσαι. 19.2 ὅρα μή ποτε ἰδών τινα προτιμώμενον ἢ μέγα δυνάμενον ἢ ἄλλως εὐδοκιμοῦντα μακαρίσῃς ὑπὸ τῆς φαντασίας συναρπασθείς. ἐὰν γὰρ ἐν τοῖς ἐφ᾽ ἡμῖν ἡ οὐσία τοῦ ἀγαθοῦ ᾖ, οὔτε φθόνος οὔτε ζηλοτυπία χώραν ἔχει· σύ τε αὐτὸς οὐ στρατηγός, οὐ πρύτανις ἢ ὕπατος εἶναι θελήσεις, ἀλλ᾽ ἐλεύθερος. μία δὲ ὁδὸς πρὸς τοῦτο, καταφρόνησις τῶν οὐκ ἐφ᾽ ἡμῖν.

article Nav

Epictetus Encheiridion 18 read aloud (CF)

18.1 κόραξ ὅταν μὴ αἴσιον κεκράγῃ, μὴ συναρπαζέτω σε ἡ φαντασία, ἀλλ᾽ εὐθὺς διαίρει παρὰ σεαυτῷ καὶ λέγε «τούτων οὐδὲν ἐμοὶ σημαίνεται, ἀλλ᾽ ἢ τῷ σωματίῳ μου ἢ τῷ κτησειδίῳ μου ἢ τῷ δοξαρίῳ μου ἢ τοῖς τέκνοις ἢ τῇ γυναικί. ἐμοὶ δὲ πάντα αἴσια σημαίνεται, ἐὰν ἐγὼ θέλω· ὅτι γὰρ ἂν τούτων ἀποβαίνῃ, ἐπ᾽ ἐμοί ἐστιν ὠφεληθῆναι ἀπ᾽ αὐτοῦ.»

article Nav

Epictetus Encheiridion 16 read aloud (CF)

16.1 ὅταν κλαίοντα ἴδῃς ἐν πένθει ἢ ἀποδημοῦντος τέκνου ἢ ἀπολωλεκότα τὰ ἑαυτοῦ, πρόσεχε μή σε ἡ φαντασία συναρπάσῃ ὡς ἐν κακοῖς ὄντος αὐτοῦ τοῖς ἐκτός, ἀλλ᾽ εὐθὺς ἔστω πρόχειρον ὅτι «τοῦτον θλίβει οὐ τὸ συμβεβηκός (ἄλλον γὰρ οὐ θλίβει), ἀλλὰ τὸ δόγμα τὸ περὶ τούτου.» μέχρι μέντοι λόγου μὴ ὄκνει συμπεριφέρεσθαι αὐτῷ, κἂν οὕτω τύχῃ, καὶ συνεπιστενάξαι· πρόσεχε μέντοι μὴ καὶ ἔσωθεν στενάξῃς.

article Nav

Epictetus Encheiridion 17 read aloud (CF)

17.1 μέμνησο ὅτι ὑποκριτὴς εἶ δράματος,οἵου ἂν θέλῃ ὁ διδάσκαλος. ἂν βραχύ, βραχέος· ἂν μακρόν, μακροῦ· ἂν πτωχὸν ὑποκρίνασθαί σε θέλῃ, ἵνα καὶ τοῦτον εὐφυῶς ὑποκρίνῃ· ἂν χωλόν, ἂν ἄρχοντα, ἂν ἰδιώτην. σὸν γὰρ τοῦτ᾽ ἔστι, τὸ δοθὲν πρόσωπον ὑποκρίνασθαι καλῶς· ἐκλέξασθαι δὲ αὐτὸ ἄλλου.

article Nav

Epictetus Encheiridion 26 read aloud (CF)

26.1 τὸ βούλημα τῆς φύσεως καταμαθεῖν ἔστιν ἐξ ὧν οὐ διαφερόμεθα πρὸς ἀλλήλους. οἷον ὅταν ἄλλου παιδάριον κατάξῃ ποτήριον, πρόχειρον εὐθὺς ὅτι «τῶν γινομένων ἐστίν.» ἴσθι οὖν ὅτι, ὅταν καὶ τὸ σὸν καταγῇ, τοιοῦτον εἶναί σε δεῖ, ὁποῖον ὅτε καὶ τὸ ἄλλου κατεάγη. οὕτω μετατίθει καὶ ἐπὶ τὰ μείζονα. τέκνον ἄλλου τέθνηκεν ἢ γυνή; οὐδείς ἐστιν ὃς οὐκ ἂν εἴποι ὅτι «ἀνθρώπινον.» ἀλλ' ὅταν τὸ αὐτοῦ τινος ἀποθάνῃ, εὐθὺς «οἴμοι» καὶ «τάλας ἐγώ.» ἐχρῆν δὲ μεμνῆσθαι τί πάσχομεν περὶ ἄλλων αὐτὸ ἀκούσαντες.

article Nav

Epictetus Encheiridion 15 read aloud (CF)

15.1 Μέμνησο ὅτι ὡς ἐν συμποσίῳ σε δεῖ ἀναστρέφεσθαι. περιφερόμενον γέγονέ τι κατὰ σέ· ἐκτείνας τὴν χεῖρα κοσμίως μετάλαβε. παρέρχεται· μὴ κάτεχε. οὔπω ἥκει· μὴ ἐπίβαλλε πόρρω τὴν ὄρεξιν, ἀλλὰ περίμενε μέχρις ἂν γένηται κατὰ σέ. οὕτω πρὸς τέκνα, οὕτω πρὸς γυναῖκα, οὕτω πρὸς ἀρχάς, οὕτω πρὸς πλοῦτον· καὶ ἔσῃ ποτὲ ἄξιος τῶν θεῶν συμπότης. ἂν δὲ καὶ παρατεθέντων σοι μὴ λάβῃς ἀλλ' ὑπερίδῃς, τότε οὐ μόνον συμπότης τῶν θεῶν ἔσῃ, ἀλλὰ καὶ συνάρχων. οὕτω γὰρ ποιῶν Διογένης καὶ Ἡράκλειτος καὶ οἱ ὅμοιοι ἀξίως θεῖοί τε ἦσαν καὶ ἐλέγοντο.

article Nav

Epictetus Encheiridion 14 read aloud (CF)

14.1 Ἐὰν θέλῃς τὰ τέκνα σου καὶ τὴν γυναῖκα καὶ τοὺς φίλους σου πάντως ζῆν, ἠλίθιος εἶ· τὰ γὰρ μὴ ἐπὶ σοὶ θέλεις ἐπὶ σοὶ εἶναι καὶ τὰ ἀλλότρια σὰ εἶναι. οὕτω κἂν τὸν παῖδα θέλῃς μὴ ἁμαρτάνειν, μωρὸς εἶ· θέλεις γὰρ τὴν κακίαν μὴ εἶναι κακίαν, ἀλλ' ἄλλο τι. ἂν δὲ θέλῃς ὀρεγόμενος μὴ ἀποτυγχάνειν, τοῦτο δύνασαι. τοῦτο οὖν ἄσκει ὃ δύνασαι. 14.2 κύριος ἑκάστου ἐστὶν ὁ τῶν ὑπ' ἐκείνου θελομένων ἢ μὴ θελομένων ἔχων τὴν ἐξουσίαν εἰς τὸ περιποιῆσαι ἢ ἀφελέσθαι. ὅστις οὖν ἐλεύθερος εἶναι βούλεται, μήτε θελέτω τι μήτε φευγέτω τῶν ἐπ' ἄλλοις· εἰ δὲ μή, δουλεύειν ἀνάγκη.

article Nav

Epictetus Encheiridion 6 read aloud (CF)

6.1 ἐπὶμηδενὶἐπαρθῇςἀλλοτρίῳπροτερήματι. εἰἵπποςἐπαιρόμενοςἔλεγενὅτι«καλόςεἰμι,»οἰστὸνἂνἦν· σὺδέ, ὅτανλέγῃςἐπαιρόμενοςὅτι«ἵππονκαλὸνἔχω,»ἴσθι, ὅτιἐπὶἵππουἀγαθῷἐπαίρῃ. τίοὖνἐστισόν; χρῆσιςφαντασιῶν. ὥσθὅτανἐνχρήσειφαντασιῶνκατὰφύσινσχῇς, τηνικαῦταἐπάρθητι· τότεγὰρἐπὶσῷτινιἀγαθῷἐπαρθήσῃ.

article Nav

Epictetus Encheiridion 5 read aloud (CF)

5.1 ταράσσει τοὺς ἀνθρώπους οὐ τὰ πράγματα, ἀλλὰ τὰ περὶ τῶν πραγμάτων δόγματα. οἷον θάνατος οὐδὲν δεινόν, ἐπεὶ καὶ Σωκράτει ἂν ἐφαίνετο· ἀλλὰ τὸ δόγμα τὸ περὶ τοῦ θανάτου, διότι δεινόν, ἐκεῖνο τὸ δεινόν ἐστιν. ὅταν οὖν ἐμποδιζώμεθα ἢ ταρασσώμεθα ἢ λυπώμεθα, μηδέποτε ἄλλον αἰτιώμεθα, ἀλλ' ἑαυτούς, τουτέστι τὰ ἑαυτῶν δόγματα. ἀπαιδεύτου ἔργον τὸ ἄλλοις ἐγκαλεῖν ἐφ' οἷς αὐτὸς πράσσει κακῶς· ἠργμένου παιδεύεσθαι τὸ ἑαυτῷ· πεπαιδευμένου τὸ μήτε ἄλλῳ μήτε ἑαυτῷ·

article Nav

Epictetus Encheiridion 4 read aloud (CF)

4.1 Ὅταν ἅπτεσθαί τινος ἔργου μέλλῃς, ὑπομίμνῃσκε σεαυτόν, ὁποῖόν τί ἐστι τὸ ἔργον. ἐὰν λουσόμενος ἀπίῃς, πρόβαλλε σεαυτῷ τὰ γινόμενα ἐν βαλανείῳ, τοὺς ἀπορραίνοντας, τοὺς ἐνσειομένους, τοὺς λοιδοροῦντας, τοὺς κλέπτοντας· καὶ οὕτως ἀσφαλέστερον ἅψῃ τοῦ ἔργου, ἐὰν ἐπιλέγῃς εὐθὺς ὅτι «λούσασθαι θέλω καὶ τὴν ἐμαυτοῦ προαίρεσιν κατὰ φύσιν ἔχουσαν τηρῆσαι.» καὶ ὡσαύτως ἐφ' ἑκάστου ἔργου. οὕτω γὰρ, ἄν τι πρὸς τὸ λούσασθαι γένηται ἐμπόδιον, πρόχειρον ἔσται διότι «ἀλλ' οὐ τοῦτο ἤθελον μόνον, ἀλλὰ καὶ τὴν ἐμαυτοῦ προαίρεσιν κατὰ φύσιν ἔχουσαν τηρῆσαι· οὐ τηρήσω δέ, ἐὰν ἀγανακτῶ πρὸς τὰ γινόμενα.»

article Nav

Epictetus Encheiridion 2 read aloud (CF)

2.1 Μέμνησο, ὅτι ὀρέξεως μὲν ἐπαγγελία τὸ ἐπιτυχεῖν οὗ ὀρέγῃ, ἐκκλίσεως δὲ ἐπαγγελία τὸ μὴ περιπεσεῖν ἐκείνῳ ὃ ἐκκλίνεται· καὶ ὁ μὲν ἐν ὀρέξει ἀποτυγχάνων ἀτυχής, ὁ δὲ ἐν ἐκκλίσει περιπίπτων δυστυχής. ἂν μὲν οὖν μόνα ἐκκλίνῃς τὰ παρὰ φύσιν τῶν ἐπὶ σοί, οὐδενί ὧν ἐκκλίνεις περιπεσῇ· νόσον δ' ἂν ἐκκλίνῃς ἢ θάνατον ἢ πενίαν, δυστυχήσεις.  2.2 ἆρον οὖν τὴν ἔκκλισιν ἀπὸ πάντων τῶν οὐκ ἐφ' ἡμῖν καὶ μετάθες ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφ' ἡμῖν. τὴν ὄρεξιν δὲ παντελῶς ἐπὶ τοῦ παρόντος ἄνελε· ἄν τε γὰρ ὀρέγῃ τῶν οὐκ ἐφ' ἡμῖν τινος, ἀτυχεῖν ἀνάγκη, τῶν τε ἐφ' ἡμῖν ὅσων ὀρέγεσθαι καλὸν ἄν, οὐδὲν οὐδέπω σοι πάρεστι. μόνῳ δὲ τῷ ὁρμᾶν καὶ ἀφορμᾶν χρῶ, κούφως καὶ μεθ' ὑπεξαιρέσεως καὶ ἀνειμένως.

article Nav

Sulpicius Severus Vita Martini 25 read aloud (CF)

1. Nam cum ōlim, audītā fidē eius vitā atque virtūte, dēsīderiō illius aestuārēmus, grātam nobis ad eum videndum suscēpimus peregrīnātiōnem: simul quia iam ardēbat animus vītam illius scrībere, partim ab ipsō, in quantum ille interrogārī potuit, sciscitātī sumus, partim ab hīs, quī interfuerant vel sciēbant, cognōvimus. 2. quō quidem tempore crēdī nōn potest, quā mē humilitāte, quā benignitāte suscēperit, congrātulātus plūrimum et gāvīsus in Dominō, quod tantī esset habitus ā nobis, quem peregrīnātiōne susceptā expeterēmus. 3. miserum mē — paene nōn audeō cōnfitērī — cum mē sānctō convīviō suō dignātus esset adhibēre, aquam manibus nostrīs ipse obtulit, ad vesperum autem pedēs ipse nobis abluit. nec renītī aut contrā īre cōnstantia fuit: ita auctōritāte illius oppressus sum, ut nefās putārem, sī nōn adquiēvissem. 4. sermō autem illius nōn alius apud nōs fuit, quam mundī illecebrās et saeculī onera relinquenda, ut Dominum Iēsum līberī expedītīque sequerēmur: praestantissimumque nobis praesentium temporum illustris virī Paulīnī, cuius suprā fēcimus mentiōnem, exemplum ingerēbat, quī summīs opibus abiectīs Christum secūtus sōlus paene hīs temporibus ēvangelica praecepta complēsset: 5. illum nobis sequendum, illum clāmābat imitandum: beātumque esse praesēns saeculum tantae fideī virtūtisque documentō, cum secundum sententiam Dominī dīves et possidēns multa vendendō omnia et dandō pauperibus, quod erat factū impossibile, possibile fēcisset exemplō. 6. iam vērō in verbīs et cōnfābulātiōne eius quanta gravitās, quanta dignitās erat! quam ācer, quam efficax erat, quam in absolvendīs scriptūrārum quaestiōnibus promptus et facilis! 7. et quia multōs ad hanc partem incrēdulōs sciō, quippe quōs vīderim mē ipsō etiam referente nōn crēdere, Iēsum testor spemque commūnem mē ex nūllius umquam ōre tantum scientiae, tantum ingeniī tantum tam bonī et tam pūrī sermōnis audīsse. 8. quamquam in Martīnī virtūtibus quantula est ista laudātio! nisi quod mīrum est hominī illitterātō nē hanc quidem grātiam dēfuisse.

article Nav
Subscribe to Chirstopher Francese