Fr. 35
This aition is only indirectly attested, but from two sources: a scholium on Iliad 13.66 and another on Lycophron's Alexandra 1141-1174.
Σ AD Il. 13.66
τοῖιν δ᾽ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας·
Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Νά[ρυ]κος, πατρὸς δὲ Ὀϊλέως. οὗτος μετὰ τὴν Ἰλίου πόρθησιν αἴτιος τοῖς Ἕλλησιν ἀπωλείας ἑγένετο· Κασσάνδραν γὰρ τὴν Πριάμου ἱκέτον οὖσαν Ἀθηνᾶς ἐν τῷ τῆς θεοῦ σηκῷ κατήισχυνεν, ὥστε τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι. τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσιν καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις χειμῶνας διήγειρεν μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγεν χωρὶς θεῶν γνώμης διασεσῶσθαι. Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισεν τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκεν. ἐκριφέντα δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδ᾽ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Α Αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῶν Ὀδυσσειῶν (Od. 4.499-511) παχυμερῶς.
Lycophron, Alexandra 1141-1174
πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
πέμψουσι παῖδας ἐστερημένας γάμων. 1145
Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,1150
ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
ποινὰς Γυγαίᾳ τίσετ᾽ Ἀγρίσκᾳ θεᾷ,
τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.
αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος 1155
ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν
τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι 1160
Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
θεᾶς δ᾽ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον, 1165
δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον
στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον, 1170
μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
δῆμος δ᾽ ἀνατεὶ τὸν κτανόντ᾽ ἐπαινέσει,
τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
Σ ss3 Lyc. 1141
λοιμοῦ κατασχόντος τὴν Λοκρίδα διὰ τὴν εἰς Κασάνδραν ἀθεμιτομιξίαν Αἴαντος ἔχρησεν ὁ θεὸς <β᾽> παρθένους ἐναυσιαίας εἰς Τροίαν τῇ Ἀθηνᾶι ἀποστέλλειν εἰς χίλια ἔτη. πεμπόμεναι δὲ αὗται ἐφονεύοντον ὑπὸ τῶν Τρώων· προυπαντῶντες γὰρ οἱ Τρῶες ἐλιθοβόλουν αὐτὰς· εἰ δέ τινες ἐκφύγοιεν ἀνελθοῦσαι λάθραι εἰς τὸ τῆς Ἀθηνᾶς ἱερόν, τὸ λοιπὸν αὗται ἱέρειαι ἐγίνοντο. τὰς δὲ ἀναιρεθείσας ἔκαιον ἀκάρποις καὶ ἀγρίοις ξύλοις, τὰ δὲ ὀστᾶ αὐτῶν ἀπὸ Τράρωνος ὄρους τῆς Τροίας εἰς θάλασσαν ἔρριπτον· καὶ πάλιν οἱ Λοκροὶ ἀπέστελλον ἑτέρας. ταύτης δὲ τῆς ἱστορίας καὶ Καλλίμαχος μέμνηται.
notes
Fr. 35 Harder (= 35 Pf.) Σ AD Il. 13.66 and Σ ss3 Lyc. 1141
According to the scholium on Iliad 13.66, this story is located in Aetia Book I. Ajax of Locris, the son of Oeleus, raped Cassandra in the temple of Athena at Troy. The goddess in anger turned her eyes to the roof and raised storms against the Greeks as they returned from Troy. Shipwrecked, Ajax swam to the Grynades, but Poseiden broke up the rocks causing Ajax to drown. When his body washed up on Delos, Thetis buried him there. Athena then apparently struck the Locrians with a plague, which they lifted by sending two Locrian virgins as tribute to the temple of Athena at Troy each year. When the girls landed they were forced to run a gauntlet of Trojans who tried to stone them. If they escaped, they served for life in Athena's temple. Those who died were burned and their bones scattered on the sea. The custom was discontinued in the fourth century BC, but was revived by either Antigonus Monophthalmos or Gonatas, though the terms of servitude were mitigated. The story may, then, have had a contemporary resonance for Callimachus. It is unclear how much of the story Callimachus included, but if G.-B. D'Alessio's conjecture that fr. 33 concerned the statue of Athena at Siris with her eyes closed, Callimachus may well have included the behavior of Athena's statue at Troy as a parallel aition.
We have two complete codices of ancient scholia to Lycophron's Alexandra: Marcianus 476, which Edward Scheer in his authoritative edition of Alexandra with the scholia calls s, and Naples II D 4, which Scheer calls s3. In addition there are two books consulted by the Byzantine scholar John Tzetzes and used in his extant commentary on the Alexandra, but now lost. These are termed s4 and s5 by Scheer. See E. Scheer, Lycophronis Alexandra, vol. 2 (Berlin: Wiedmann, 1908), p. xix. The scholia to Lycophron are probably ultimately based on the commentary of Theon, son of Artemidorus, a grammarian from the time of Augustus and Tiberius, and so may well preserve genuine information about the Aetia. See Callimachus, Lycophron, Aratus. Hymns and Epigrams. Lycophron: Alexandra. Aratus: Phaenomena. Translated by A. W. Mair, G. R. Mair. Loeb Classical Library 129. (Cambridge, MA: Harvard University Press, 1921), pp. 316–18.