Ἀφροδίσιος Λυσιμάχῳ

     Οὐδέν, ὡς ἐγῷμαι, πιθανώτερον πέφυκεν οὐδ’ ἀνυσιμώτερον Ἀφροδίτης. ἴσασι δὲ οἱ βεβλημένοι, καὶ τούτων ἡμῖν ἀντίψηφος οὐδὲ εἷς. αὕτη καὶ πόλεμον διαλύει καὶ δυσμενεῖς παρασκευάζει βεβαιότατα σπένδεσθαι πρὸς ἀλλήλους. ἀμέλει τοι πολλάκις μετὰ στρατηγοὺς ἀρίστους καὶ μεγάλα στρατόπεδα καὶ πολλὴν τοῦ πολέμου συσκευὴν ὁ βραχὺς ἐκεῖνος τοξότης μικρᾶς ἀκίδος βολῇ καὶ αὐτὸν δήπου τὸν Ἄρη περιττὸν ἀποφαίνει, πραότητα μὲν πορίζων, ἀγριότητα δὲ ἐξορίζων. ἔνθα τις ὁπλίτην μὲν ἰδών, εἰ καὶ δύσμαχον, προυβάλλετο τὴν ἀσπίδα σὺν εὐτολμίᾳ κατιθύνων τὸ δόρυ, Ἔρωτος δὲ φανέντος γέγονε ῥίψασπις εὐθὺς ὁ τέως θρασύς, καὶ τὴν δεξιὰν ἀκονιτὶ προσανατείνας ὡμολόγει τὴν ἧτταν, τῆς τε μάχης ὑπανεχώρει, μετατρέπων τὰ νῶτα παιδαρίῳ τοξότῃ, μηδέ γ’ οὖν μαλθακὸς αἰχμητὴς εἶναι δι’ ἐκεῖνον τολμήσας.

     Μίλητος τοίνυν καὶ Μυοῦς αἱ πόλεις ἐπὶ μήκιστον χρόνον πρὸς ἀλλήλας ἀνεπίμικτοι διετέλουν, πλὴν ὅσον ἐς Μίλητον οἱ τῆς ἑτέρας ὑπόσπονδοι βραχὺ προσεφοίτων, καιρὸν ἔχοντες καὶ μέτρον τῆς αὐτόθι τιμωμένης Ἀρτεμίδος τὴν πανήγυριν καὶ σμικρὰν ἀνακωχὴν ἑκάτεροι τὴν ἑορτὴν ἐποιοῦντο. τούτους Ἀφροδίτη κατελεοῦσα διήλλαξεν, ἀφορμὴν εἰς σύμβασιν μηχανησαμένη τοιάνδε. κόρη γάρ τις τοὔνομα Πιερία, φύσει τε καλὴ κἀκ τῆς Ἀφροδίτης ἐπισημότερον κοσμηθεῖσα, ἐκ τοῦ Μυοῦντος ἐγκαίρως ἐπεδήμησε τῇ Μιλήτῳ. καὶ τῆς θεοῦ τὸ πᾶν διεπούσης μετὰ τοῦ πλήθους εἰς Ἀρτέμιδος ἐχώρουν, ἡ μὲν παρθένος ταῖς Χάρισιν ἀγλαϊζομένη, Φρύγιος δὲ ὁ τοῦ ἄστεος βασιλεὺς πρὸς τῶν Ἐρώτων κατατοξευόμενος τὴν ψυχὴν ἐπὶ τῇ κόρῃ τὴν πρώτην αὐτίκα φανείσῃ. καὶ θᾶττον ἄμφω συνῆλθον εἰς εὐνήν, ἵνα καὶ πρὸς εἰρήνην ὅτι τάχιστα συναφθῶσιν αἱ πόλεις.

     ἔφη δ’ οὖν ὁ νυμφίος ἐρασμίως ἐναφροδισιάσας τῇ κόρῃ καὶ σπεύδων αὐτῇ πρέπουσαν ἀμοιβὴν ἀποδοῦναι· “εἴθε γὰρ θαρροῦσα λέξειας, ὦ καλή, τί ἄν σοι χαριέστατα γένοιτο παρ’ ἐμοῦ. καὶ διπλασίαν ἡδέως τὴν αἴτησιν ἀποπληρώσω.” τοιαῦτα μὲν ὁ δίκαιος ἐραστής· σὲ δέ, ὦ πασῶν ὑπερφέρουσα γυναικῶν καὶ κάλλει καὶ γνώμῃ, τῆς ἔμφρονος οὐ παρήγαγεν εὐβουλίας οὐχ ὅρμος, οὐχ ἑλικτῆρες, οὐ πυλεὼν ὁ πολύτιμος, οὐ περιδέραιον, οὐ Λύδιός τε καὶ ποδήρης χιτών, οὐ πορφυρίδες, οὐ θεράπαιναι τῆς Καρίας οὐδὲ Λυδῶν ὑπερφυῶς ἱστουργοῦσαι γυναῖκες, οἷς ἅπασιν ἀτεχνῶς ἀγάλλεσθαι τὸ θῆλυ πέφυκε γένος, ἀλλ’ εἰς γῆν ἑώρας τὸ πρόσωπον, ὥσπερ τι συννοουμένη. εἶτα ἔφης ἐπιχαρίτως πεφοινιγμένη τὰς παρειὰς καὶ τὸ πρόσωπον ἐξ αἰδοῦς ἀποκλίνασα καὶ πῇ μὲν τῆς ἀμπεχόνης ἄκροις δακτύλοις ἐφαπτομένη τῶν κροσσῶν, πῇ δὲ περιστρέφουσα τοῦ ζωνίου τὸ ἄκρον, ἔστι δὲ ὅτε καὶ τοὔδαφος περιχαράττουσα τῷ ποδί (ταῦτα δὴ τὰ τῶν αἰδουμένων ἐν διαπορήσει κινήματα), ἔφης οὖν μόλις ἠρεμαίᾳ φωνῇ· “ἐπίνευσον, ὦ βασιλεῦ, ἐμέ τε καὶ τοὺς ἐμοὺς συγγενεῖς εἰς τήνδε τὴν εὐδαίμονα πόλιν ὅταν ἐθέλοιμεν ἐπ’ ἀδείας ἰέναι.”

     ὁ δὲ Φρύγιος τῆς φιλοπάτριδος γυναικὸς ὅλον κατενόησε τὸν σκοπόν, ὡς διὰ τούτων ἐκείνη σπονδὰς πρὸς Μιλησίους πραγματεύεται τῇ πατρίδι, κατένευσέ τε βασιλικῶς, καὶ τὸ σπουδασθὲν ἐκύρωσε τῇ φιλτάτῃ, πιστότερον ἢ κατὰ θυσίαν ἐμπεδώσας ἐξ ἔρωτος τοῖς ἀστυγείτοσι τὴν εἰρήνην· φύσει γὰρ εὐδιάλλακτον ἄνθρωπος, ὅταν εὐτυχῇ· αἱ γὰρ εὐπραξίαι δειναὶ τὰς ὀργὰς ὑφαρπάζειν καὶ τοῖς εὐτυχήμασι τὰ ἐγκλήματα διαλύειν. οὕτως οὖν ἐκφανῶς δεδήλωκας, ὦ Πιερία, τὴν Ἀφροδίτην ἱκανὴν εἶναι παιδεύειν ῥήτορας οὐκ ὀλίγον ἀμείνους καὶ τοῦ Νέστορος τοῦ Πυλίου· πολλοὶ γὰρ πολλάκις ἑκατέρωθεν τῶν πόλεων σοφώτατοι πρέσβεις ἐξ ἑτέρας εἰς ἑτέραν ὑπὲρ εἰρήνης εἰσιόντες διὰ κενῆς ὅμως κατηφεῖς τε καὶ ἀσχάλλοντες ἄπρακτον ἀνέλυον τὴν πορείαν· ἐντεῦθεν τοιοῦτος εἰκότως παρὰ ταῖς Ἴωσι πάτριος ἐπεκράτησε λόγος· “εἴθε με παραπλησίως ὁ σύνοικος τιμήσειε τὴν ὁμόζυγα, ὥσπερ ὁ Φρύγιος τὴν καλὴν τετίμηκε Πιερίαν.”

Text after Rudolf Hercher (1873). Epistolographoi hellenikoi. Epistolographi graeci, recensuit, recognovit, adnotatione critica et indicibus instruxit Rudolphus Hercher; accedunt Francisci Boissonadii ad Synesium notae ineditae.

Article Nav

Suggested Citation

Susan Stephens, Callimachus: Aetia. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2015. ISBN: 978-1-947822-07-8.https://dcc.dickinson.edu/el/callimachus-aetia/supplementary-texts/aristaenetus-1-15